SGDI II 1859
[ ] Phokis — Delphi — 150-140 BC
1 ἄρχοντος Δεξώνδα μηνὸς Βυσίου, ἐπὶ τοῖσδε απέδοντο Ἀστύοχος Γνωσιλάου, συνευδοκέοντος καὶ τοῦ
υἱοῦ Ἀριστόρχου, καὶ Σωτήριχος Σωτηρίχου Δελφοὶ τῶι Ἀπόλλωνι τῶι Πυθίωι  σῶμα γυναικεῖον ἇι ὄνομα
Ἁβροσύνα τὸ γένος οἰκογενῆ, τιμᾶς ἀργυρίου μνᾶν ἕξ, καὶ τὰν τιμὰν ἔχοντι πᾶσαν, καθὼς ἐπίστευσε Ἁ-
βροσύνα τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὧι αὐτὰν ἐλευθέραν εἶμεν καὶ ἀνέφαπτον ἀπὸ πάντων τὸν πάντα βίον,
5 ποιοῦσαν ὅ κα θέλη. εἰ δέ τις ἐφάπτοιτο ἐπὶ καταδουλισμῶι — —. ὁμοίως δὲ καὶ ὁ παρατυχὼν κύριος ἔστω συλέων
Ἁβροσύναν ὡς ἐλευθέραν οὖσαν ἀζάμιος ὢν καὶ ἀνυπόδικος πάσας δίκας καὶ ζαμίας. βεβαιωτῆρες κα-
τὰ τὸν νόμον τᾶς πόλιος· Δάμων Ξενοστράτου, Πατρέας Ἀνδρονίκου. μάρτυροι· τοὶ ἱερεῖς τοῦ Ἀπόλλωνος
Πραξίας, Ἀνδρόνικος καὶ τοὶ ἄρχοντος Γενναῖος, Σώστρατος, Ἁγίων Ἐκεφύλου, ἰδιῶται Ἰατάδας, Ἀλέξων
Δίωνος, Ἀριστέας, Ἁγίων Κλεοδάμου, Καλλείδας Εὐκλείδα, Βάκχιος.
Search Help
Contact Us