[ ] Phokis — Delphi — 173 BC
1 στραταγέοντος τῶν Αἰτωλῶν
Πανταλέωνος Πλευρωνίου τὸ τρί-
τον μηνὸς Πανάμου, ἐν Δ[ε]λφοῖς
δὲ ἄρχοντος Αἰακίδα [μ]ηνὸς
5 Βουκατίου, ἀπέδοτο Λαιάδας
Ἀριστάρχου Ἀμφισσεὺς τῶι Ἀ-
πόλλωνι τῶι Πυθίωι σώματα γυ-
ναικεῖα δύο αἷς ὀνόματα Νικο-
στράτα, Ὀλυμπιὰς τὸ γένος Πεῤ-
10 ῥαιβάς, τιμᾶς ἀργυρίου μνᾶν ἑ-
πτά, ὥστε ἐλευθέρας εἶμεν
καὶ ἀνεφάπτους τὸν πάντα
χρόνον, καθὼς ἐπίστευσαν
τὰν ὠνὰν τῶι θεῶι. βεβαιω-
15 τὴρ κατὰ τὸν νόμον· Λό[χ]α-
γος Ἀγήτα Καλλιπολίτας.
μάρτυροι· Βάκχιος, Ἀμύν-
τας, Δαμοσθένης, Ἀρχέλα-
ος, Πολέμαρχος Δελφοί, Δά-
20 μαρχος, Ἀγάσανδρος, Ξενο-
KRA/THS, *KALLI/MAXOS, *)ASI/-
δαμος, Γενναῖος Ἀμφισσεῖ[ς],
Στράτιος, Τιμόξενος Καλ-
λιπολῖται, Μητρόδωρος
25 Φυσκεύς, Μενέμαχος, Ἀγέ-
μαχος Ναυπάκτιοι. τὰν ὠ-
νὰν φυλάσσοντι Ἀρχέλα-
ος Θηβαγόρα, Πολέμαρχος
Παυσανία Δελφοί.
Search Help
Contact Us