[ ]
Phokis — Delphi — 173 BC
1 | στραταγέοντος τῶν Αἰτωλῶν |
Πανταλέωνος Πλευρωνίου τὸ τρί- | |
τον μηνὸς Πανάμου, ἐν Δ[ε]λφοῖς | |
δὲ ἄρχοντος Αἰακίδα [μ]ηνὸς | |
5 | Βουκατίου, ἀπέδοτο Λαιάδας |
Ἀριστάρχου Ἀμφισσεὺς τῶι Ἀ- | |
πόλλωνι τῶι Πυθίωι σώματα γυ- | |
ναικεῖα δύο αἷς ὀνόματα Νικο- | |
στράτα, Ὀλυμπιὰς τὸ γένος Πεῤ- | |
10 | ῥαιβάς, τιμᾶς ἀργυρίου μνᾶν ἑ- |
πτά, ὥστε ἐλευθέρας εἶμεν | |
καὶ ἀνεφάπτους τὸν πάντα | |
χρόνον, καθὼς ἐπίστευσαν | |
τὰν ὠνὰν τῶι θεῶι. βεβαιω- | |
15 | τὴρ κατὰ τὸν νόμον· Λό[χ]α- |
γος Ἀγήτα Καλλιπολίτας. | |
μάρτυροι· Βάκχιος, Ἀμύν- | |
τας, Δαμοσθένης, Ἀρχέλα- | |
ος, Πολέμαρχος Δελφοί, Δά- | |
20 | μαρχος, Ἀγάσανδρος, Ξενο- |
κράτης, Καλλίμαχος, Ἀσί- | |
δαμος, Γενναῖος Ἀμφισσεῖ[ς], | |
Στράτιος, Τιμόξενος Καλ- | |
λιπολῖται, Μητρόδωρος | |
25 | Φυσκεύς, Μενέμαχος, Ἀγέ- |
μαχος Ναυπάκτιοι. τὰν ὠ- | |
νὰν φυλάσσοντι Ἀρχέλα- | |
ος Θηβαγόρα, Πολέμαρχος | |
Παυσανία Δελφοί. |