[ ] Phokis — Delphi — 176 BC
1 στραταγέοντος τῶν Αἰτωλῶν Νικάνδρου Τριχονέος τὸ τρίτον
μηνὸς Ἑρμαίου, ἐν Δελφοῖς δὲ ἄρχοντος Μελισσίωνος μηνὸς Θεο-
ξενίου, ἐπὶ τοῖσδε ἀπέδοτο Ἀγησὼ Ἀνφισσὶς τῶι Ἀπόλλωνι
τῶι Πυθίωι σῶμα ἀνδρεῖον ὧι ὄνομα Σωσίας, τιμᾶς ἀργυρίου μνᾶν
5 τριῶν, καθὼς ἐπίστευσε Σωσίας τῶι θεῶι τὰν ὠνάν. βεβαιωτῆρες
κατὰ τὰν συνβολὰν καὶ τὸν νόμον· Ἀριστόμαχος Ἀνφισσεύς, Δεξικρά-
της Δελφός. παραμεινάτω δὲ Σωσίας Ἀγησοῖ ἄχρι κα ζώηι Ἀγησὼ ποέ-
ων τὸ ποτιτασσόμενον πᾶν τὸ δυνατόν· εἰ δέ κα μὴ παραμένη μηδὲ
ποιῆ τὸ ποτιτασσόμενον δυνατὸς ἐών, ἐξέστω Ἀγησοῖ κολάζειν
10 ὥς κα αὐτὰ θέλη. ἐπεὶ δέ κα τελευτάση Ἀγησώ, ἐλεύθερος ἔστω
Σωσίας κυριεύων αὐτοσαυτοῦ καὶ ποέων ὅ κα θέλη, καθὼς ἐπίστευσε
τῶι θεῶι τὰν ὠνάν. εἰ δέ τίς κα ἅπτηται Σωσία̣ ἐπὶ καταδουλισμῶι
τετελευτακούσας Ἀγησοῦς, βέβαιον παρεχέτωσαν οἱ βεβαιωτῆ-
ρες τῶι θεῶι τὰν ὠνάν. ὁμοίως δὲ καὶ οἱ παρατυνχάνοντες κύριοι ἐόν-
15 τω συλέοντες ὡς ἐλεύθερον ἐόντα ἀζάμιοι ἐόντες καὶ ἀνυπόδικοι
πάσας δίκας καὶ ζαμίας. μάρτυρες· τοὶ ἱερεῖς Ἄθανβος, Ἀμύντας
καὶ οἱ ἄρχοντες Πραξίας, Ἀνδρόνικος, Ἀριστίων, ἰδιῶται Καλλίας,
Δαμοκράτης Δελφοί, Γενναῖος Ἀνφισσεύς.
Search Help
Contact Us