[ ] Phokis — Delphi — 170-157/156 BC
1 στραταγέοντος τῶν Αἰτωλῶν Παναιτώλου Φυταιέ-
ος μηνὸς Ὁμολωΐου, ἐν δὲ Δελφοῖς ἄρχοντος Ξενέα
μηνὸς Βυσίου, ἐπὶ τοῖσδε ἀπέδοτο Κριτόδαμος
Δαμοκλέος Φυσκεὺς τῶι Ἀπόλλωνι τῶι Πυθίωι
5 σῶμα ἀνδρεῖον ὧι ὄνομα Μαιφάτας τὸ γένος Γαλά-
ταν καὶ γυναικεῖον ἇι ὄνομα Ἀμμία τὸ γένος
Ἰλλύραν, τιμᾶς ἀργυρίου μνᾶν ἑπτά. παραμεινάτω δὲ
Μαιφάτας καὶ Ἀμμία παρὰ Κριτόδαμον ἇς κα ζώη Κριτό-
δαμος ποιέοντες Κριτοδάμωι τὸ ποτιτασσόμενον·
10 εἰ δέ κα μὴ παραμείνωντι ἢ μὴ ποιέωντι τὸ
ποτιτασσόμενον, ἀρμένα καὶ ἀτελὴς αὐτοῖς
ἁ ὠνὰ ἔστω. ἐπεὶ δέ κα τελευτάσηι Κριτό-
δαμος, ἐλεύθεροι ἔ<σ>των Μαιφάτας καὶ Ἀμμία
καὶ ἁ ὠνὰ μενέτω τῶι θεῶι, καθὼς ἐπίστευσαν,
15 ἐφ’ ὧιτε ἐλευθέρους εἶμεν καὶ ἀνεφάπτους ἀπὸ
πάντων τὸμ πάντα βίον, ποιέοντες ὅ κα θέλωντι
καὶ ἀποτρέχοντας οἷς κα θέλωντι. βεβαιωτῆρες
κατὰ τὸν νόμον καὶ τὰν συμβολάν· Φίλων Ἀρι-
στέα, Ἀστόξενος Διονυσίου. μάρτυροι· οἱ ἱερεῖς
20 Ἀμύντας, Ταραντῖνος, ἰδιῶται Δεξικρά-
της, Σώτιμος, Καλλίμ{μ}αχος {²⁶Καλλίμαχος}²⁶, Εὐάγγελος, Ἀ{ι}-
χαιὸς {²⁶Ἀχαιὸς}²⁶ Δελφοί, Λυκίσκος, Μενέδαμος Φυσκεῖς.
Search Help