[ ] Phokis — Delphi — 173-172 BC
1 στραταγέοντος τῶν Αἰτωλῶν Θόα Τριχονίου τὸ τέταρτον μηνὸς Δίου, ἐν Δελφοῖς δὲ
ἄρχοντος Αἰακίδα μηνὸς Ποιτροπίου, ἀπέδοτο Εὔδαμος Τιμαίου Ἀρσινοεὺς τῶι  Ἀπόλλωνι τῶι Πυθίωι
σῶμα ἀνδρεῖον ὧι ὄνομα Εὐθυμένης τὸ γένος Λάκωνα, τιμᾶς ἀργυρίου τριῶν ἡμιμναίων, καὶ τὰν τιμὰν ἔχει πᾶσαν,
καθὼς ἐπίστευσε Εὐθυμένης τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὧιτε ἐλεύθερος εἶμεν καὶ ἀνέφαπτος ἀπὸ πάντων, ποιῶν
5 ὅ κα θέλη καὶ ἀποτρέχων οἷς κα θέλη. βεβαιωτήρ· Πραξίας Εὐδόκου Δελφός, κατὰ τὰν συμβολὰν καὶ τοὺς νό-
μους. εἰ δέ τίς κα ἐφάπτηται Εὐθυμένεος, βέβαιον παρεχόντω τὰν ὠνὰν ὅ τε ἀποδόμενος καὶ ὁ βεβαιωτὴρ
τῶι θεῶι. καὶ ὁμοίως ὁ παρατυνχάνων κύριος ἔστω συλέων Εὐθυμένη ἐπὶ τὸν θεὸν ὡς ἐλεύθε-
ρον ὄντα ἀνυπεύθυνος ὢν πάσας δίκας καὶ ζαμίας. μάρτυρες· Ἀμύντας ὁ ἱερεύς, Ὀρθαῖος ὁ ἄρχων, ἰδιῶται Κλεό-
δαμος Κλέωνος, Διόδωρος, Δεξικράτης Μνασιθέου Δελφοί, Χαιρέλαος Χαλειεύς, Ἀρχέδαμος Ἀμ-
10 φισσεύς, Ἀριστοκλῆς Ἀρσινοεύς.
Search Help
Contact Us