[ ]
Phokis — Delphi — 174-173 BC
1 | ἄρχοντος Σωσινίχου μηνὸς Ποιτροπίου, ἐπὶ τοῖσ- |
δε ἀπέδοτο Πάσιχον Εὐαγόρα Δελφὶς τῶι Ἀπόλ- | |
λωνι τῶι Πυθίωι σῶμα γυναικεῖον ἇι ὄνομα Σω- | |
σίχα, τιμᾶς ἀργυρίου μνᾶν τεσσάρων, καὶ τὰν | |
5 | τιμὰν ἔχει, καθὼς αὐτὰ ἐπίστευσε Σωσίχα |
τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὧιτε ἐλευθέρα εἶμεν καὶ | |
ἀνέφαπτος τὸμ πάντα βίον, ποιοῦσα ὅ κα θέληι. | |
βεβαιωτῆρες κατὰ τὸν νόμον· Εὐαγόρας Ἁβρομά- | |
χου Δελφός, Εὔαρχος Εὐάρχου Ἀμφισσεύς. μάρτυ- | |
10 | ρες· ὁ ἱερεὺς τοῦ Ἀπόλλωνος Ἄθαμβος, ὁ ἄρχων |
Γλαῦκος, ἰδιῶται Ἀγέας, Μαντίας Κλεοδάμου, | |
Ἀριστώνυμος, Ξένων Δελφοί, Ἀσίδαμος, Ἄνδρων | |
Ἀμφισσεῖς. παραμεινάτω δὲ Σωσίχα Πασίχωι | |
μέχρι κα βιοῖ ποιοῦσα ὅ κα κέληται Πάσιχον. | |
15 | εἰ δέ κα μὴ παραμένη ἢ μὴ ποιῆ τὸ ποιτασσόμε- |
νον Πασίχωι τὸ δυνατόν, κυρία ἔστω Πάσιχον | |
κολάζουσα ὥς κα θέληι. |