SGDI II 1852
[ ] Phokis — Delphi — 174-173 BC
1 ἄρχοντος Σωσινίχου μηνὸς Ποιτροπίου, ἐπὶ τοῖσ-
δε ἀπέδοτο Πάσιχον Εὐαγόρα Δελφὶς τῶι Ἀπόλ-
λωνι τῶι Πυθίωι σῶμα γυναικεῖον ἇι ὄνομα Σω-
σίχα, τιμᾶς ἀργυρίου μνᾶν τεσσάρων, καὶ τὰν
5 τιμὰν ἔχει, καθὼς αὐτὰ ἐπίστευσε Σωσίχα
τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὧιτε ἐλευθέρα εἶμεν καὶ
ἀνέφαπτος τὸμ πάντα βίον, ποιοῦσα ὅ κα θέληι.
βεβαιωτῆρες κατὰ τὸν νόμον· Εὐαγόρας Ἁβρομά-
χου Δελφός, Εὔαρχος Εὐάρχου Ἀμφισσεύς. μάρτυ-
10 ρες· ὁ ἱερεὺς τοῦ Ἀπόλλωνος Ἄθαμβος, ὁ ἄρχων
Γλαῦκος, ἰδιῶται Ἀγέας, Μαντίας Κλεοδάμου,
Ἀριστώνυμος, Ξένων Δελφοί, Ἀσίδαμος, Ἄνδρων
Ἀμφισσεῖς. παραμεινάτω δὲ Σωσίχα Πασίχωι
μέχρι κα βιοῖ ποιοῦσα ὅ κα κέληται Πάσιχον.
15 εἰ δέ κα μὴ παραμένη ἢ μὴ ποιῆ τὸ ποιτασσόμε-
νον Πασίχωι τὸ δυνατόν, κυρία ἔστω Πάσιχον
κολάζουσα ὥς κα θέληι.
Search Help
Contact Us