[ ]
Phokis — Delphi — 170-157/156 BC
1 | ἀγωνοθετέοντος τῶν Λοκρῶν Λύκωνος Φυσκέ[ο]ς μηνὸς |
Διονυσίου, ἐν Δελφοῖς δὲ ἄρχοντος Θευξένου μηνὸς Ποιτροπίου, | |
ἀπέδοτο Ἐπιτέλης Ἀλκαμένε[ο]ς Φυσκεὺς τῶι Ἀπόλλωνι τῶι | |
Πυθίωι σῶμα ἀνδρεῖον ὧι ὄνομα Μηνόφιλος τὸ γένος Κα<π>- | |
5 | πάδοκα, τιμᾶς ἀγρυρίου μνᾶν τεσσάρων, καὶ τὰν τιμὰν ἔχει πᾶ- |
σαν, καθὼς ἐπίστευσε Μηνόφιλος τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὧιτε | |
ἐλεύθερος εἶμεν καὶ ἀνέφαπτος ἀπὸ πάντων ἕως κα βιώη, ποιέων ὅ κα θέ- | |
ληι καὶ ἀποτρέχων οἷς κα θέληι. εἰ δέ τίς κα ἐφάπτηται Μηνοφίλου, βέβαιον πα- | |
ρεχόντων τὰν ὠνὰν ὅ τε ἀποδόμενος καὶ ὁ βεβαιωτὴρ τῶι θεῶι. καὶ ὁμοίως | |
10 | ὁ παρατυγχάνων κύριος ἔστω συλέων Μηνόφιλον ἐπὶ τὸν θεὸν ὡς |
ἐλεύθερον ὄντα ἀνυπεύθυνος ὤν. βεβαιωτὴρ κατὰ τὸν νό- | |
μον· Φιλόνικος Δυμᾶν. μάρτυροι· τοὶ ἱερεῖς Ἀμύντας, Ταραντῖνος· | |
Πολέμαρχος, Λύκων, Στράταγος, Ἀρίστων, Πλείσταινος, Ζώπυ- | |
ρος, Καλλικράτης, Κρινίας, Λύκων Λυκέα Φυσκεῖς, Καλλίξενος Εὐ- | |
15 | ανθεύς, — — Εὐκλείδας, Μένης Δελφοί. |