[ ] Phokis — Delphi — 170-157/156 BC
1 ἀγωνοθετέοντος τῶν Λοκρῶν Λύκωνος Φυσκέ[ο]ς μηνὸς
Διονυσίου, ἐν Δελφοῖς δὲ ἄρχοντος Θευξένου μηνὸς Ποιτροπίου,
ἀπέδοτο Ἐπιτέλης Ἀλκαμένε[ο]ς Φυσκεὺς τῶι Ἀπόλλωνι τῶι
Πυθίωι σῶμα ἀνδρεῖον ὧι ὄνομα Μηνόφιλος τὸ γένος Κα<π>-
5 πάδοκα, τιμᾶς ἀγρυρίου μνᾶν τεσσάρων, καὶ τὰν τιμὰν ἔχει πᾶ-
σαν, καθὼς ἐπίστευσε Μηνόφιλος τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὧιτε
ἐλεύθερος εἶμεν καὶ ἀνέφαπτος ἀπὸ πάντων ἕως κα βιώη, ποιέων ὅ κα θέ-
ληι καὶ ἀποτρέχων οἷς κα θέληι. εἰ δέ τίς κα ἐφάπτηται Μηνοφίλου, βέβαιον πα-
ρεχόντων τὰν ὠνὰν ὅ τε ἀποδόμενος καὶ ὁ βεβαιωτὴρ τῶι θεῶι. καὶ ὁμοίως
10 ὁ παρατυγχάνων κύριος ἔστω συλέων Μηνόφιλον ἐπὶ τὸν θεὸν ὡς
ἐλεύθερον ὄντα ἀνυπεύθυνος ὤν. βεβαιωτὴρ κατὰ τὸν νό-
μον· Φιλόνικος Δυμᾶν. μάρτυροι· τοὶ ἱερεῖς Ἀμύντας, Ταραντῖνος·
Πολέμαρχος, Λύκων, Στράταγος, Ἀρίστων, Πλείσταινος, Ζώπυ-
ρος, Καλλικράτης, Κρινίας, Λύκων Λυκέα Φυσκεῖς, Καλλίξενος Εὐ-
15 ανθεύς, — — Εὐκλείδας, Μένης Δελφοί.
Search Help