[ ] Phokis — Delphi — 175 BC
1 ἄρχοντος Ξενοχάρεος μηνὸς Βυσίου, ἀπέδοτο Φιλὼ Χαρίνου τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶ-
μα γυναικεῖον ἇι ὄνομα Νικασώ, τιμᾶς ἀργυρίου μνᾶν ἐννέα, καθὼς ἐπίστευσε Νικασὼ τῶι
θεῶι τὰν ὠνάν, ἐφ’ ὧιτε ἐλευθέραν εἶμεν Νικασὼ καὶ ἀνέφαπτον ἀπὸ πάντων τὸμ πάν-
τα χρόνον, ποιοῦσαν ὅ κα θέλη. βεβαιωτῆρες· Λύκος Κάλλωνος, Ἀνδρόνικος Πατρέα.
5 μάρτυρες· οἱ ἱερεῖς Ἄθαμβος, Ἀμύντας καὶ ἰδιῶται Δαμένης, Μαντίας Φιλαι-
τώλου, Καλλίερος, Θέων, Κρίτων Κράτωνος.
Search Help
Contact Us