[ ]
Phokis — Delphi — 170-157/156 BC
1 | ἄρχοντος Ἄρχωνος μηνὸς Βουκατίου, ἀπέδοτο Πάσι- |
χον Πάσωνος τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα γυναικεῖον ἇι ὄνομα | |
Δημητρία τὸ γένος Θρᾶισσαν, συνευδοκέ[ο]ντος Φιλοκρά- | |
τεος τοῦ Θευφράστου, τιμᾶς ἀργυρίου μνᾶν τριῶν, καθὼς | |
5 | ἐπίστευσε Δαματρία τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὧ ἐλευθέρα εἶμεν |
καὶ ἀνέφαπτος ἀπὸ πάντων τὸμ πάντα βίον. παραμεινάτω δὲ | |
Δαματρία παρὰ Πάσιχον ἕως κα ζώη Πάσιχον ποιοῦσα τὸ ποτιτασσό- | |
μενον πᾶν [τ]ὸ δυνατὸν ἀνεγκλήτως. βεβαιωτῆρες κατὰ τὸν νόμον· Φιλο- | |
κράτης Θευφράστου, Ξένων Γ<λ>αύκου, Βάκχιος Ἄγρωνος. εἰ δέ τις αὐτᾶς ἐφά- | |
10 | πτοιτο ἐπὶ καταδουλισμῶι, κύριος ἔστω συλέων ὁ παρατυχὼν ὡς ἐλευθέραν οὖ- |
σαν ἀζάμιος ὢν καὶ ἀνυπόδικος πάσας δίκας καὶ ζαμίας. μάρτυρες· οἱ ἱερεῖς Τα- | |
ραντῖνος, Ἀμύντας, οἱ ἄρχοντες Ἀριστοκράτης, Καλλίμαχος, ἰδιῶται Μελισσίων, | |
Γλαῦκος, Ἀριστίων, Νικόμαχος, Σωδαμίδας, Δίων. |