[ ] Phokis — Delphi — 170-157/156 BC
1 ἄρχοντος Θευξένου μηνὸς Θευξενίου, ἐπὶ τοῖσδε
ἀπέδοτο Ἀμύντας Σωσία Δελφός, συνεπαινέοντος
Ἀμύντα τοῦ υἱοῦ τοῦ Ἀμύντα, τῶι Ἀπόλλωνι τῶι Πυθίωι
κατὰ τὸν νόμον τᾶς πόλι[ο]ς σῶμα γυναικεῖον ἇι ὄνομα
5 Θευδώραν καὶ κοράσιον ἇι ὄνομα Σωσίκλεια καὶ παι-
δάριον ὧι ὄνομα Θεύξενος, τιμᾶς ἀργυρίου μηᾶν ἕξ, καὶ
τὰν τιμὰν ἔχει πᾶσαν, καθὼς ἐπίστευσαν Θευδώρα καὶ
Σωσίκλεια καὶ Θεύξενος τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὧιτε
ἐλευθέρους εἶμεν καὶ ἀνεφάπτους ἀπὸ πάντων τὸμ
10 πάντα βίον, ποιέοντες ὅ κα θέλωντι καὶ ἀποτρέχον-
τες οἷς κα θέλωντι. βεβαιωτῆρες κατὰ τὸν νόμον
τᾶς πόλιος· Ἀρχέ[ας] Νικοβούλου, Φιλοκράτης Ξένω-
νος. εἰ δέ τίς κα [ἐφ]άπτηται Θευδώρας καὶ Σωσι-
κλείας ἢ Θευξ[έ]νου, βέβαιον παρεχόντων τῶι θεῶι
15 τὰν ὠνὰν ὅ τε ἀποδόμενος Ἀμύντας καὶ οἱ βεβαιωτῆ-
ρες· εἰ δέ κα μὴ παρέχωντι, ὑπόδικοι ἐόντων
κατὸν νόμον τᾶς πόλιος. ὡσαύτως δὲ καὶ οἱ παρατυγ-
χάνοντες κύριοι ἐόντων συλέοντες ὡς ἐλευθέρους
ὄντας ἀζάμιου ἐόντες καὶ ἀνυπόδικοι πάσας δίκας
20 καὶ ζαμίας. μάρτυροι· τοὶ ἱερεῖς τοῦ Ἀπόλλωνος Ἀμύντας,
Ταραντεῖνο<ς>, ἰδιῶται Δικαίαρχος, Ἀντιχάρης Ἀζαράτου,
Δορκύλος, Ἀριστοκλῆς, Κλέων Κλευξένου, Γοργίας.
Search Help
Contact Us