[ ]
Phokis — Delphi — 170-157/156 BC
1 | ἄρχοντος Θευξένου μηνὸς Ποιτροπίου, ἐπὶ τοῖσδε ἀπέδοτο |
Δαμὼ Κρατέρου Δελφὶς τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα γυναι- | |
κεῖον ἇι ὄνομα Εὐφροσύνα, τιμᾶς ἀργυρίου μνᾶν πέντε, καὶ τὰν | |
τιμὰν ἔχει πᾶσαν, καθὼς ἐπίστευσε Εὐφροσύνα τῶι θεῶι τὰν | |
5 | ὠνάν, ἐφ’ ὧιτε ἐλευθέρα εἶμεν καὶ ἀνέφαπτος ἀπὸ πάντων τὸν |
πάντα βίον. βεβαιωτὴρ κατὰ τὸν νόμον· Πραξίας Εὐδόκου Δελφός. | |
παραμεινάτω δὲ Εὐφροσύνα παρὰ Δαμὼ ἄχρι κα ζώη Δαμώ. εἰ δέ τί κα | |
πάθη Δαμώ, ἐλευθέρα ἔστω Εὐφροσύνα κυριεύουσα αὐτοσαυτᾶς κα<ὶ> ποιέου- | |
σα ὅ κα θέληι, καθὼς ἐπίστευσε τῶι θεῶι τὰν ὠνάν. εἰ δέ τίς κα ἅπτηται ἐπὶ κατα- | |
10 | δουλισμῶι Εὐφροσύνας τελευτασάσας Δαμοῦς, βέβαιον παρεχέ{ι}τω {²⁶παρεχέτω}²⁶ ὁ βεβαιω- |
τὴρ τῶι θεῶι τὰν ὠνὰν κατὰ τὸν νόμον. ὁμοίως δὲ καὶ οἱ παρατυγχάνοντες κύρι- | |
οι ἐόντων συλέοντες ὡς ἐλευθέραν ἐοῦσαν ἀζάμιοι ἐόντες καὶ ἀνυπόδικοι πά- | |
σας δίκας καὶ ζαμίας. μάρτυροι· τῶν ἀρχόντων Ξένων, Ἰατάδας, ἰδιῶται Δίων | |
Φιλστίωνος, Ἀριστόμαχος Ὀλυμπογένεος, Εὐκλείδας Καλλείδα, Φίλων, | |
15 | Νικίας Νίκωνος. |