[ ] Phokis — Delphi — 170-157/156 BC
1 ἄρχοντος Θευξένου μηνὸς Ποιτροπίου, ἐπὶ τοῖσδε ἀπέδοτο
Δαμὼ Κρατέρου Δελφὶς τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα γυναι-
κεῖον ἇι ὄνομα Εὐφροσύνα, τιμᾶς ἀργυρίου μνᾶν πέντε, καὶ τὰν
τιμὰν ἔχει πᾶσαν, καθὼς ἐπίστευσε Εὐφροσύνα τῶι θεῶι τὰν
5 ὠνάν, ἐφ’ ὧιτε ἐλευθέρα εἶμεν καὶ ἀνέφαπτος ἀπὸ πάντων τὸν
πάντα βίον. βεβαιωτὴρ κατὰ τὸν νόμον· Πραξίας Εὐδόκου Δελφός.
παραμεινάτω δὲ Εὐφροσύνα παρὰ Δαμὼ ἄχρι κα ζώη Δαμώ. εἰ δέ τί κα
πάθη Δαμώ, ἐλευθέρα ἔστω Εὐφροσύνα κυριεύουσα αὐτοσαυτᾶς κα<ὶ> ποιέου-
σα ὅ κα θέληι, καθὼς ἐπίστευσε τῶι θεῶι τὰν ὠνάν. εἰ δέ τίς κα ἅπτηται ἐπὶ κατα-
10 δουλισμῶι Εὐφροσύνας τελευτασάσας Δαμοῦς, βέβαιον παρεχέ{ι}τω {²⁶παρεχέτω}²⁶ ὁ βεβαιω-
τὴρ τῶι θεῶι τὰν ὠνὰν κατὰ τὸν νόμον. ὁμοίως δὲ καὶ οἱ παρατυγχάνοντες κύρι-
οι ἐόντων συλέοντες ὡς ἐλευθέραν ἐοῦσαν ἀζάμιοι ἐόντες καὶ ἀνυπόδικοι πά-
σας δίκας καὶ ζαμίας. μάρτυροι· τῶν ἀρχόντων Ξένων, Ἰατάδας, ἰδιῶται Δίων
Φιλστίωνος, Ἀριστόμαχος Ὀλυμπογένεος, Εὐκλείδας Καλλείδα, Φίλων,
15 Νικίας Νίκωνος.
Search Help