SGDI II 1844
[ ] Phokis — Delphi — 186 BC
1 στραταγέοντος τῶν Αἰτωλῶν Πανταλέωνος Πλευρωνίου
τὸ πρῶτον μηνὸς Προκυκλίου, ἐν Δελφοῖς δὲ ἄρχοντος Νικοβούλου
μηνὸς Βοαθοίου, ἀπέδοτο Λαμπρίας Ἀλεξομενοῦ Ἀμφισσεὺς τῶι Ἀπόλλωνι
τῶι Πυθίωι σῶμα γυναικεῖον ἇι ὄνομα Βιότα τὸ γένος ἐκ Χαλκίδος ἐκ τῆς
5 Εὐβοίας αἰχμάλωτον, τιμᾶς ἀργυρίου μνᾶν πέντε, καθὼς ἐπίστευσε Βιότα
τὰν ὠνὰν τῶι θεῶι, ὥστε εἶμεν ἐλευθέρα καὶ ἀνέφαπτος ἀπὸ πάντων,
οἰκέουσα καὶ πολιτεύουσα εἷ κα αὐτὰ θέλη. ἁ δὲ πρότερον ὠνὰ ἃν εἶχε Λαμ-
πρίας Βιότας ἀρμένα καὶ ἀτελὴς ἔστω. εἰ δέ τίς κα ἐφάπτηται Βιότας, οἵ τε βεβαι-
ωτῆρες συνεπισχυόντω Βιόται καὶ ἄλλος ὁ θέλων κύριος ἔστω συλέων Βιό-
10 ταν ὡς οὖσαν ἐλευθέραν ἀζάμιος καὶ ἀνυπόδικος ἐὼν πάσας δίκας καὶ πά-
σας ζαμίας. βεβαιωτῆρες· Καλλικλῆς Ἀριστίωνος, Ἄλεξις Ξενοδόκου Ἀμφισσεῖς.
μάρτυροι· Ἄνδρων Μινάκου, Ἀγήσανδρος Πύθωνος, Δάμων Ἀριστοδάμου, Δαμων Θεο-
δώρου, Δωρόθεος Ἀρχελάου, Καλλίμαχος Ἀσιδάμου, Ἀρχέδαμος Σωκρατίδα,
Ξενοκράτης Χαιρεδάμου, Θεύδωρος Σωξένου, Ἀμύντιος, Πυθέας, Ἀμύντας
15 Τιμαγένεος Ἀμφισσεῖς. ἁ ὠνὰ παρὰ Ἀμύνταν Τιμαγένεος Ἀμφισσῆ.
Search Help
Contact Us