[ ] Phokis — Delphi — 170-157/156 BC
1 ἀγωνοθετέοντος Φιλονίκου Δυμᾶνος μηνὸς δεκάτου, ἐν δὲ Φυσκέοις
ἄρχοντος Πολυκλέος μηνὸς Ὑχαίου, ἀπέδοτο Εὔανδρος Κυραιεύς,
συνευδοκεούσας τᾶς γυναικὸς Δαμύλλας καὶ τοῦ υἱοῦ Ξενία καὶ τᾶς
θυγατέρος Σωκρατείας, τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα
5 γυναικεῖον οἰκογενὲς ἇι ὄνομα Σωσικράτεια, τεχνῆτιν
αὐλητρίδα, ἐπ’ ἐλευθερίαι, τιμᾶς ἀργυρίου μνᾶν δέκα.  προα-
ποδόται κατὰ τὸν νόμον· Ἀρίστων Διοίτα, Ζεῦξις Δαμο-
κλέος Φυσκεῖς.  ἁ ὠνὰ παρὰ Λυκίδαν Σωκρατίδα, Πολέ-
μαρχον Φιλίνου.  μάρτυροι·  Δαμόφιλος, Παμφαίδας, Νικό-
10 μαχος, Κρινίας Λεοντίου, Καλλίστρατος Δα-
μοκρίτου, Διότιμος, Ζεῦξις Λέωνος, Βουθήρας Δα-
μάρχου, Μέλανθος, Εὔνικος, Σώφιλος.
Search Help