[ ]
Phokis — Delphi — 170-157/156 BC
1 | ἄρχοντος Ἐμμενίδα μηνὸς Θευξενίου, |
ἐπὶ τοῖσδε ἀπέδοτο Ἄθαμβος Ἀγάθωνος | |
τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα ἀνδρεῖον | |
ὧι ὄνομα Κτήσων τὸ γένος Σύρον, τιμᾶς | |
5 | ἀργυρίου μνᾶν τεσσάρων, καὶ τὰν τιμὰν ἔχει |
πᾶσαν, καθὼς ἐπίστευσε Κτήσων τὰν ὠνὰν | |
τῶ θεῶ, ὥστε ἐλεύθερος εἶμεν καὶ ἀνέφαπτος | |
τὸν πάντα βίον ἀπὸ πάντων, ποιῶν ὅ κα θέλη Κτήσ- | |
ων. βεβαιωτήρ· Ἄθαμβος Ἁβρομάχου. μάρτυροι· ὁ ἱερεὺς | |
10 | τοῦ Ἀπόλλωνος Ταραντῖνος καὶ ὁ ἄρχων Κλέων, ἰδιῶται |
Νίκαρχος Ἐράτωνος, Δεξώνδας Δάμωνος, Κλευκρά- | |
της Εὐρυμήδεος, Φιλαίτωλος Φαίνιος. |