[ ] Phokis — Delphi — ca. 150-140 BC
1 ἄρχοντος Πεισιθέου μηνὸς Ποιτροπίου, ἀπέδοτο Ἀλέξανδρος
σῶμα γυναικεῖον ἇι ὄ[ν]ομα Σωτηρὶς τῶι Ἀπόλλωνι τῶι Πυθί-
ωι, καθὼς ἐπίστευσε Σωτηρὶς τῶι θεῶι τὰν ὠνάν, ὥστε ἀνέ-
φαπτος καὶ ἐλευθέρα εἶμεν ἀπὸ πάντων τὸμ πάντα
5 βίον, ποιοῦσα ὅ κα θέλη, τιμᾶς ἀργυρίου ΜΜΜ {²⁶μνᾶν τρίων}²⁶, καὶ τὰν τι-
μὰν ἀπέχει πᾶσαν. βεβαιωτὴρ κατὰ τοὺς νόμους τᾶς πόλιος· Φί-
[λ]ων Ἀριστέα. μάρτυροι· οἱ ἱερεῖς τοῦ Ἀπόλλωνος Πραξίας, Ἀνδρόνι-
κος καὶ οἱ ἄρχοντες Τιμόκριτος, Ἀνδρομένης, Θεόξενος, ἰδιῶται Φίλων,
Ἰάσων.
Search Help
Contact Us