[ ]
Phokis — Delphi — 170-157/156 BC
| 1 | ἄρχοντος Ἄρχωνος τοῦ Καλλία μηνὸς Βουκατίου, ἐπὶ τοῖσδε |
| ἀπέδοτο Αἰακίδας Φιλαιτώλου Δελφὸς τῶι Ἀπόλλωνι τῶι Πυθί- | |
| ωι σῶμα γυναικεῖον ἇι ὄνομα Σωτηρὶς τὸ γένος Θραῖσσαν, τιμᾶς | |
| ἀργυρίου μνᾶν τεσσάρων, καὶ τὰν τιμὰν ἔχει πᾶσαν, καθὼς ἐπί- | |
| 5 | στευσε τῶι θεῶι τὰν ὠνὰν Σωτηρίς, ἐφ’ ὧιτε ἐλευθέραν εἶμεν |
| καὶ ἀνέφαπτον ἀπὸ πάντων τὸμ πάντα βίον, ποιέουσαν | |
| ὅ κα θέληι, καὶ ἀποτρέχειν οἷς κα θέληι. βεβαιωτὴρ κατὰ τὸν | |
| νόμον τᾶς πόλιος· Ἀριστίων Ἄγωνος. εἰ δέ τίς κα ἅπτηται | |
| Σωτηρίδος ἐπὶ καταδουλισμῶι, βέβαιον παρεχέτω τῶι θεῶ[ι] | |
| 10 | ὅ τε ἀποδόμενος Αἰακίδας καὶ ὁ βεβαιωτὴρ Ἀριστίων. εἰ δέ κα |
| μὴ παρέχωντι, πράκτιμο[ι] ἐόντ[ων κ]ατὰ τὸν νόμον. ὁμοίως δὲ κ[αὶ] | |
| οἱ παρατυνχάνοντες κύριοι ἐόντων συλέοντες Σωτηρὶν ὡς | |
| ἐλευθέραν οὖσαν ἀζάμιοι ἐόντες καὶ ἀνυπόδικοι πάσας δίκας | |
| καὶ ζαμίας. μάρτυρες· τοὶ ἱερεῖς τοῦ Ἀπόλλωνος Ἀμύντας, | |
| 15 | Ταραντῖνος καὶ οἱ ἄρχοντες Ἄθαμβος Ἀγάθωνος, Ἄθαμβος |
| Ἀθανίωνος, ἰδιῶται Μένης, Ἀνδρόνικος, Φίλαγρος, Ἀριστί- | |
| ων, Δαμένης. |