[ ]
Phokis — Delphi — 170-157/156 BC
1 | ἄρχοντος Ἄρχωνος τοῦ Καλλία μηνὸς Βουκατίου, ἐπὶ τοῖσδε |
ἀπέδοτο Αἰακίδας Φιλαιτώλου Δελφὸς τῶι Ἀπόλλωνι τῶι Πυθί- | |
ωι σῶμα γυναικεῖον ἇι ὄνομα Σωτηρὶς τὸ γένος Θραῖσσαν, τιμᾶς | |
ἀργυρίου μνᾶν τεσσάρων, καὶ τὰν τιμὰν ἔχει πᾶσαν, καθὼς ἐπί- | |
5 | στευσε τῶι θεῶι τὰν ὠνὰν Σωτηρίς, ἐφ’ ὧιτε ἐλευθέραν εἶμεν |
καὶ ἀνέφαπτον ἀπὸ πάντων τὸμ πάντα βίον, ποιέουσαν | |
ὅ κα θέληι, καὶ ἀποτρέχειν οἷς κα θέληι. βεβαιωτὴρ κατὰ τὸν | |
νόμον τᾶς πόλιος· Ἀριστίων Ἄγωνος. εἰ δέ τίς κα ἅπτηται | |
Σωτηρίδος ἐπὶ καταδουλισμῶι, βέβαιον παρεχέτω τῶι θεῶ[ι] | |
10 | ὅ τε ἀποδόμενος Αἰακίδας καὶ ὁ βεβαιωτὴρ Ἀριστίων. εἰ δέ κα |
μὴ παρέχωντι, πράκτιμο[ι] ἐόντ[ων κ]ατὰ τὸν νόμον. ὁμοίως δὲ κ[αὶ] | |
οἱ παρατυνχάνοντες κύριοι ἐόντων συλέοντες Σωτηρὶν ὡς | |
ἐλευθέραν οὖσαν ἀζάμιοι ἐόντες καὶ ἀνυπόδικοι πάσας δίκας | |
καὶ ζαμίας. μάρτυρες· τοὶ ἱερεῖς τοῦ Ἀπόλλωνος Ἀμύντας, | |
15 | Ταραντῖνος καὶ οἱ ἄρχοντες Ἄθαμβος Ἀγάθωνος, Ἄθαμβος |
Ἀθανίωνος, ἰδιῶται Μένης, Ἀνδρόνικος, Φίλαγρος, Ἀριστί- | |
ων, Δαμένης. |