[ ] Phokis — Delphi — 170-157/156 BC
1 ἄρχοντος Ἄρχωνος τοῦ Καλλία μηνὸς Βουκατίου, ἐπὶ τοῖσδε
ἀπέδοτο Αἰακίδας Φιλαιτώλου Δελφὸς τῶι Ἀπόλλωνι τῶι Πυθί-
ωι σῶμα γυναικεῖον ἇι ὄνομα Σωτηρὶς τὸ γένος Θραῖσσαν, τιμᾶς
ἀργυρίου μνᾶν τεσσάρων, καὶ τὰν τιμὰν ἔχει πᾶσαν, καθὼς ἐπί-
5 στευσε τῶι θεῶι τὰν ὠνὰν Σωτηρίς, ἐφ’ ὧιτε ἐλευθέραν εἶμεν
καὶ ἀνέφαπτον ἀπὸ πάντων τὸμ πάντα βίον, ποιέουσαν
ὅ κα θέληι, καὶ ἀποτρέχειν οἷς κα θέληι. βεβαιωτὴρ κατὰ τὸν
νόμον τᾶς πόλιος· Ἀριστίων Ἄγωνος. εἰ δέ τίς κα ἅπτηται
Σωτηρίδος ἐπὶ καταδουλισμῶι, βέβαιον παρεχέτω τῶι θεῶ[ι]
10 ὅ τε ἀποδόμενος Αἰακίδας καὶ ὁ βεβαιωτὴρ Ἀριστίων. εἰ δέ κα
μὴ παρέχωντι, πράκτιμο[ι] ἐόντ[ων κ]ατὰ τὸν νόμον. ὁμοίως δὲ κ[αὶ]
οἱ παρατυνχάνοντες κύριοι ἐόντων συλέοντες Σωτηρὶν ὡς
ἐλευθέραν οὖσαν ἀζάμιοι ἐόντες καὶ ἀνυπόδικοι πάσας δίκας
καὶ ζαμίας. μάρτυρες· τοὶ ἱερεῖς τοῦ Ἀπόλλωνος Ἀμύντας,
15 Ταραντῖνος καὶ οἱ ἄρχοντες Ἄθαμβος Ἀγάθωνος, Ἄθαμβος
Ἀθανίωνος, ἰδιῶται Μένης, Ἀνδρόνικος, Φίλαγρος, Ἀριστί-
ων, Δαμένης.
Search Help
Contact Us