[ ] Phokis — Delphi — 170-157/156 BC
1 ἄρχοντος Ἄρχωνος τοῦ Καλλία μηνὸς Ποιτροπίου, ἀ-
πέδοτο Αἴνησα Αἰνέα Δελφίς, συνευδοκέοντος καὶ τοῦ υἱοῦ Ἀστία,
τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα γυναικεῖον ἇι ὄνομα Πα[ρ]αμονὰ τὸ γένος
οἰκογενῆ {ι}, τιμᾶς ἀργυρίου μνᾶν τεσσάρων, καὶ τὰν τιμὰν ἔχει, καθὼς ἐπίστε[υ]-
5 σε Παραμονὰ τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὧιτε ἐλευθέραν εἶμεν καὶ ἀνέφα-
πτον ἀπὸ πάντων τὸν πάντα χρόνον, ποιέουσαν ὅ κα θέλη καὶ ἀποτρέχου[σαν]
οἷς κα θ[έ]λη. βεβαιωτὴρ κατὰ τὸν νόμον τᾶς πόλιος· Ἀστίας Ἀμινία. εἰ δέ τις ἐφά[πτοι]-
το Παραμονᾶς ἐπὶ καταδουλισμῶι, βέβαιον παρεχόντων τῶι θεῶι τὰν ὠνὰ[ν ἅ τε]
ἀποδομένα Αἴνησα καὶ ὁ βεβαιωτὴρ Ἀστίας· εἰ δὲ μὴ παρέχοιν βέβα[ιο]ν τὰν ὠνὰν
10 τῶι θεῶι, πράκτιμοι ἐόντ{ι}ων {²⁶ἐόντων}²⁶ κατὰ τὸν νόμον. ὁμοίως δὲ καὶ ο[ἱ] παρατυγ-
χάνοντες κύριοι ἐόντων συλέοντες ὡς ἐλευθέραν [ἐ]οῦσαν ἀζάμι-
οι ἐόντες καὶ ἀνυπόδικοι πάσας δίκας καὶ ζαμίας. μάρτυροι· ὁ [ἱε]ρε[ὺ]ς τοῦ Ἀπόλ-
λωνος Ἀμύντας καὶ τοὶ ἄρχοντες Πεισίθεος, Ἄθαμβος Ἀθανίωνος, Ἄθαμβος Ἀγά-
θωνος, ἰδιῶται Χαρίξενος Ἀλέξωνος, Φιλοκράτης Θευφράστου, Ἀντιχάρης Ἀζα-
15 ράτου, Τιμόκριτος.
Search Help
Contact Us