[ ] Phokis — Delphi — 170-157/156 BC
1 ἄρχοντος Κλέωνος μηνὸς Ἡ[ρακλεί]ου, ἐπὶ τοῖσδε ἀπέδοντο Εὐδαμίδας Σωκρά-
τεος καὶ Στραταγὶς Εὐαρχίδα σῶμα ἀνδρεῖον ὧι ὄνομα Δικαίαρχος καὶ ἄλλο γυναικεῖον
ἇι ὄνομα Λαοδίκα, τιμᾶς ἀργυρίου μνᾶν δέκα, καθὼς ἐπίστευσαν Δικαίαρχος
καὶ Λαοδίκα τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὧιτε ἐλευθέρους εἶμεν καὶ ἀνεφάπτους ἀπὸ πάν-
5 TWN TO\M PA/NTA BI/ON. KAI\ EI)/ TIS E)NA/PTOITO AU)TW=N, O( PARATUXW\N SULE/WN KU/RIOS E)/STW KAI\ OI( BEBAIWTH=-
ρες βεβαιούντων τῶι θεῶι τὰν ὠνάν. εἶμεν δὲ ἐλευθέρους αὐτοὺς ἀπὸ τᾶσδε τᾶς ἁμέρας, ποέον-
τας ὅ κα θέλωντι [․․․․․․․․․․․․․․․․․]. βεβαιωτῆρες· Νικόλαος Ἀμφισσεύς, Ἄσανδρος Ξένωνος Δελφός. μάρτυρες· [οἱ] ἱερεῖς Ἀμύντας, Ταραντῖνος καὶ οἱ ἄρ-
χοντες Ἄσανδρος, Ξένων, ἰδιῶται [․․․]ων, Μαντίας, Δίων, Ἀρχέλαος.
Search Help
Contact Us