[ ] Phokis — Delphi — 170-157/156 BC
1 ἄρχοντος Κλέωνος μηνὸς Ἡ[ρακλεί]ου, ἐπὶ τοῖσδε ἀπέδοντο Εὐδαμίδας Σωκρά-
τεος καὶ Στραταγὶς Εὐαρχίδα σῶμα ἀνδρεῖον ὧι ὄνομα Δικαίαρχος καὶ ἄλλο γυναικεῖον
ι ὄνομα Λαοδίκα, τιμᾶς ἀργυρίου μνᾶν δέκα, καθὼς ἐπίστευσαν Δικαίαρχος
KAI\ *LAODI/KA TW=I QEW=I TA\N W)NA/N, E)F' W(=ITE E)LEUQE/ROUS EI)=MEN KAI\ A)NEFA/PTOUS A)PO\ PA/N-
5 των τὸμ πάντα βίον. καὶ εἴ τις ἐνάπτοιτο αὐτῶν, ὁ παρατυχὼν συλέων κύριος ἔστω καὶ οἱ βεβαιωτῆ-
ρες βεβαιούντων τῶι θεῶι τὰν ὠνάν. εἶμεν δὲ ἐλευθέρους αὐτοὺς ἀπὸ τᾶσδε τᾶς ἁμέρας, ποέον-
τας ὅ κα θέλωντι [․․․․․․․․․․․․․․․․․]. βεβαιωτῆρες· Νικόλαος Ἀμφισσεύς, Ἄσανδρος Ξένωνος Δελφός. μάρτυρες· [οἱ] ἱερεῖς Ἀμύντας, Ταραντῖνος καὶ οἱ ἄρ-
χοντες Ἄσανδρος, Ξένων, ἰδιῶται [․․․]ων, Μαντίας, Δίων, Ἀρχέλαος.
Search Help
Contact Us