[ ] Phokis — Delphi — 170-157/156 BC
1 ἄρχοντος Κλέωνος μηνὸς Βουκατίου, ἐπὶ τοῖσδε ἀπέδοτο Νικὼ Χαριξένου τῶι Ἀπόλλωνι τῶι
Πυθίωι σώματα ἀνδρεῖα δύο οἷς ὀνόματα Σωσίβιος, Σωτίων καὶ γυναικεῖον ἓν κοράσιον ὧι ὄνομα
Σωσὼ ἐνδογενεῖς, τιμᾶς ἀργυρίου μνᾶν δεκαδύο. βεβαιωτῆρες κατὰ τὸν νόμον· Ἀνδρόνικος Πατρέα,
Ἀστόξενος Διονυσίου Δελφοί. παραμεινάντω δὲ Σωσίβιος, Σωτίων, Σωσὼ παρὰ Νικὼ ἄχρι κα ζώη Νικὼ
5 ποέοντες τὸ ποτιτασσόμενον πᾶν τὸ δυνατὸν ἀνεγκλήτως· εἰ δέ τί κα μὴ ποέωντι τῶν ποτιτασσο-
[μέ]νων ὑπὸ Νικοῦς καθὼς γέγραπται δυνατοὶ ἐόντες, ἐξέστω Νικοῖ κολάζειν καθώς κα αὐτὰ θέ-
λη καὶ ἄλλω ὑπὲρ Νικὼ ἀζαμίοις ὄντοις καὶ ἀνυποδίκοις πάσας δίκας καὶ ζαμίας. εἰ δέ τί κα πάθη Νικώ, ἐλεύ-
θεροι ἐόντω Σωσίβιος, Σωτίων, Σωσὼ κυριεύοντες αὐτοσαυτῶν καὶ ἀποτρέχοντες οἷς κα θέλωντι καὶ ποέον-
τες ὅ κα θέλωντι, καθὼς ἐπίστευσαν τῶι θεῶι τὰν ὠνάν. εἰ δέ τίς κα ἅπτηται Σωσιβίου ἢ Σωτίωνος ἢ Σωσοῦς
10 ἐπεί κα τελευτάση Νικώ, βέβαιον παρεχόντω οἱ βεβαιωτῆρες τῶι θεῶι τὰν ὠνὰν κατὰ τὸν νόμον. ὁμοίως
δὲ καὶ οἱ παρατυγχάνοντες κύριοι ὄντω συλέοντες ὡς ἐλευθέρους ὄντας ἀζάμιοι ὄντες καὶ ἀνυπό-
δικοι πάσας δίκας καὶ ζαμίας. μάρτυροι· τοὶ ἱερεῖς τοῦ Ἀπόλλωνος Ἀμύντας, Ταραντῖνος, τῶν δὲ ἀρχόν-
των Ἧρυς Πλείστωνος, ἰδιῶται Κριτόλαος, Ἐ<χέ>φυλος, Φιλοκράτης, Ξένων, Νεύστρατος, Ἄσανδρος,
Ἀριστόμαχος Ἐτυμώνδα.
Search Help
Contact Us