[ ] Phokis — Delphi — 170-157/156 BC
1 ἄρχοντος Πύρρου μηνὸς Ἀπελλαίου, ἐπὶ τοῖσδε ἀπέδοτο Ξένων Πειθαγόρα τῶι Ἀπόλλωνι τῶι
Πυθίωι σῶμα ἀνδρεῖον ὧι ὄνομα Σωσίας, τιμᾶς ἀργυρίου μνᾶν τεσσάρων ἡμιμναίου, καὶ τὰν
τιμὰν ἔχει πᾶσαν, καθὼς ἐπίστευσε Σωσίας τὰν ὠνὰν τῶι θεῶι, ἐφ’ ὧιτε ἐλεύθερος εἶμεν
καὶ ἀνέφαπτος ἀπὸ πάντων τὸν πάντα βίον, <ἀποτρέχων> ἇ κα θέλη, ποιέων ὅ κα θέλη. βεβαιωτὴρ
5 κατὰ τὸν νόμον τᾶς πόλιος· Ἀστόξενος Διονυσίου {ἇ κα θέλη}. μάρτυρες· ὁ ἱερεὺς τοῦ
Ἀπόλλωνος Ταραντῖνος, ἀρχόντων Ἄθανβος, ἰδιῶται Εὐκλείδας, Μένης, Βαβύ-
λος, Ἀμυνέας, Ἀντιχάρης, Ἄνδρων.
Search Help
Contact Us