[ ]
Phokis — Delphi — 170-157/156 BC
| 1 | ἄρχοντος Πύρρου μηνὸς Ἀπελλαίου, ἐπὶ τοῖσδε ἀπέδοτο Ξένων Πειθαγόρα τῶι Ἀπόλλωνι τῶι |
| Πυθίωι σῶμα ἀνδρεῖον ὧι ὄνομα Σωσίας, τιμᾶς ἀργυρίου μνᾶν τεσσάρων ἡμιμναίου, καὶ τὰν | |
| τιμὰν ἔχει πᾶσαν, καθὼς ἐπίστευσε Σωσίας τὰν ὠνὰν τῶι θεῶι, ἐφ’ ὧιτε ἐλεύθερος εἶμεν | |
| καὶ ἀνέφαπτος ἀπὸ πάντων τὸν πάντα βίον, <ἀποτρέχων> ἇ κα θέλη, ποιέων ὅ κα θέλη. βεβαιωτὴρ | |
| 5 | κατὰ τὸν νόμον τᾶς πόλιος· Ἀστόξενος Διονυσίου {ἇ κα θέλη}. μάρτυρες· ὁ ἱερεὺς τοῦ |
| Ἀπόλλωνος Ταραντῖνος, ἀρχόντων Ἄθανβος, ἰδιῶται Εὐκλείδας, Μένης, Βαβύ- | |
| λος, Ἀμυνέας, Ἀντιχάρης, Ἄνδρων. |