[ ]
Phokis — Delphi — 176 BC
1 | ἄρχοντος Μελισσίωνος [μηνὸς Εἰλαίου, ἐπ]ὶ το[ῖσδε] |
ἀπέδοτο Σωσύλος Κεφ[αλλὰν ἐν Δελφοῖς οἰκέων] τῶι Ἀ[πόλλω]- | |
νι τῶι Πυθίωι σῶμα γυ[ναικεῖον ἇι] ὄ[νο]μ[α Ἵλαρ]ον, τιμᾶ[ς ἀργυρ]ίου μνᾶν τεσσά- | |
ρων, καθὼς ἐπίστ[ευσε Ἵλαρον] τῶι θεῶι τὰν ὠν[άν, ἐφ’ ὧι]τε ἐλευθέραν | |
5 | εἶμεν καὶ ἀνέφαπτον ἀπ[ὸ πάντω]ν τὸμ πάντα βίον, ποι[οῦσαν] ὅ [κ]α θέλη καὶ |
ἀποτρέχουσαν οἷς κα θέ[λη. βε]βαιωτὴρ κατὰ τὸν ν[όμο]ν· Πραξίας Εὐδόκου | |
Δελφός. εἰ δέ τίς κα καταδουλίζηται Ἵλαρον, βέβαιον παρ[εχ]έτω ὅ τε ἀποδόμε- | |
νος Σωσύλος καὶ ὁ βεβαιωτὴρ Πραξίας· εἰ δέ κα μὴ [παρ]έχωντι, πράκτι- | |
μοι ἐόντω κατὰ τὸν νόμον. ὁμοίως δὲ καὶ οἱ παρατυγχάνοντε[ς κ]ύριοι ἐόντω | |
10 | συλέοντες ὡς ἐλευθέραν οὖσαν ἀζάμιοι ὄντες καὶ ἀνυπόδικοι πάσας |
δίκας καὶ ζαμίας. μάρτυροι· οἱ ἱερεῖς τοῦ Ἀπόλλωνος Ἄθαμβος, Ἀμύ<ν>- | |
τας καὶ οἱ ἄρχοντες Πραξίας, Ἀνδρόνικος, Ἀριστίων, ἰδιῶται | |
Μαντίας Φιλαιτώλου, Μελισσίων, Βούλων. |