[ ]
Phokis — Delphi — 170-157/156 BC
1 | ἄ[ρ]χοντος Κλέωνος μηνὸς Δαιδαφορίου, ἐπὶ τοῖσδε |
ἀπέδοτο Νικίππα Μεγιστοτίμου, συνεπαινεουσῶν | |
καὶ τᾶν θυγατέρων Λύκας καὶ Νικοπόλιος καὶ Νικαίας, τῶι | |
Ἀπόλλω{ι}νι {²⁶Ἀπόλλωνι}²⁶ τῶι Πυθίωι κορίδιον ἇι ὄνομα Τιμοκράτεια, | |
5 | τιμᾶς ἀργυρίου μνᾶς, καὶ τὰν τιμὰν ἔχει, καθὼς ἐπίστευσε |
Τιμοκράτεια τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὧιτε αὐτὰν ἐλευ- | |
θέραν εἶμεν καὶ ἀνέφαπτον ἀπὸ πάντων τὸμ πάντα βίον, ποιέ- | |
ουσα ὅ κα θέληι. βεβαιωτὴρ κατὰ τὸν νόμον· Ἀντίφιλος Διαγόρα. | |
μάρτυρες· τοὶ ἱερεῖς τοῦ Ἀπόλλωνος Ἀμύντας, Ταραντῖνος | |
10 | καὶ τῶν ἀρχόντων Καλλίας, ἰδιῶται Ἄνδρων Ζηνέα, |
Πολύων Τιμοκλέος, Εὐκλείδας Καλλείδα. |