SGDI II 1833
[ ] Phokis — Delphi — 170-157/156 BC
1 [ρ]χοντος Κλέωνος μηνὸς Δαιδαφορίου, ἐπὶ τοῖσδε
ἀπέδοτο Νικίππα Μεγιστοτίμου, συνεπαινεουσῶν
καὶ τᾶν θυγατέρων Λύκας καὶ Νικοπόλιος καὶ Νικαίας, τῶι
Ἀπόλλω{ι}νι {²⁶Ἀπόλλωνι}²⁶ τῶι Πυθίωι κορίδιον ἇι ὄνομα Τιμοκράτεια,
5 τιμᾶς ἀργυρίου μνᾶς, καὶ τὰν τιμὰν ἔχει, καθὼς ἐπίστευσε
Τιμοκράτεια τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὧιτε αὐτὰν ἐλευ-
θέραν εἶμεν καὶ ἀνέφαπτον ἀπὸ πάντων τὸμ πάντα βίον, ποιέ-
ουσα ὅ κα θέληι. βεβαιωτὴρ κατὰ τὸν νόμον· Ἀντίφιλος Διαγόρα.
μάρτυρες· τοὶ ἱερεῖς τοῦ Ἀπόλλωνος Ἀμύντας, Ταραντῖνος
10 καὶ τῶν ἀρχόντων Καλλίας, ἰδιῶται Ἄνδρων Ζηνέα,
Πολύων Τιμοκλέος, Εὐκλείδας Καλλείδα.
Search Help
Contact Us