[ ] Phokis — Delphi — 173 BC
1 ἄρχοντος Αἰακίδα τοῦ Φιλαιτώλου μηνὸς Δαιδαφορίου, ἐπὶ τοῖσδε ἀπέδοτο Ἀμύντας
Σωσία Δελφὸς τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα ἀνδρεῖον ὧι ὄνομα Σωτήριχος τὸ γένος
Θραῖκα, τιμᾶς ἀργυρίου μνᾶν ἕξ, καθὼς ἐπίστευσε Σωτήριχος τῶι θεῶι τὰν ὠ-
νάν, ἐφ’ ὧιτε ἐλεύθερος εἶμεν καὶ ἀνέφαπτος ἀπὸ πάντων τὸν πάντα βίον, ποιῶν ὅ κα θέλη
5 καὶ ἀποτρέχων οἷς κα θέλη. βεβαιωτὴρ κατὰ τὸν νόμον· Δαμένης Ὀρέστα. παραμεινάτω
δὲ παρὰ Ἀμύνταν Σωτήριχος ἔτη ὀκτὼ ἀνενκλήτως· εἰ δὲ ὁ μὲν φαίη ἀνενκλήτως παραμένειν
καὶ μηθὲν κατὰ Ἀμύντα κακὸν πράσσειν μηδὲ κατὰ τοῦ υἱοῦ Ἀμύντα, Ἀμύντας δὲ εἰ ἐνκαλέοι ἢ ὁ υἱ-
ὸς αὐτοῦ Ἀμύντας Σωτηρίχω, κριθέντω ἐν ἄνδροις τρίοις οὓς συνείλοντο, Διοδώρω Μνα-
σιθέου, Κλευδάμω Κλέωνος, Ἀρχελάω Θηβαγόρα· ὅ τι δέ κα οὗτοι κρίνωντι ὀμόσαντε[ς],
10 τοῦτο κύριον ἔστω· εἰ δέ τι ἀνθρώπινον γένοιτο περί τινα τῶν κοινῶν ἐν τοῖς ἐτέοις τοῖς γε-
γραμμένοις, ἐφελέσθων ἄλλον ἀντ’ αὐτοῦ καὶ ὁ ἐφαιρεθεὶς κρινέτω μετὰ τῶν καὶ ὡς συ-
νηρημένων· εἰ δὲ μὴ θέλοι Ἀμύντας ἢ Σωτήριχος ἀντὶ τῶν ἀπογενομένων κοινῶν εἴτε
E(NO\S EI)/TE PLEIO/NWN SUNEFAIREI=SQAI TOU\S KOINOU\S TW=I QE/LONTI AU)TW=N E)FAIREI=N, KAI\ KU/RI-
οι ἐόντω οἱ καταλ[ι]πόμενοι εἴτε εἷς εἴτε πλείονες εἶεν οἱ κρίνοντες, καθὼς ἐπάνω γέγραπται· ἄρ[χ]-
15 ει τοῦ χρόνου μὴν Ποιτρόπιος ὁ ἐπ’ Αἰακίδα· εἰ δέ τί κα πάθη Ἀμύντας ἐν τοῖς ὀκτὼ ἐτέοις, παραμε-
νέτω [Σ]ωτήρι[χ]ος παρὰ τὸν υἱὸν αὐτοῦ Ἀμύνταν ποιῶν πάντα καθὼς ἐπάνω γέγραπται ἄχρι κα διε-
ξέλθωντι τὰ ὀκτὼ ἔτη· τὸ δὲ ἔγκλημα μὴ μακρότερον ἐπικαλείσθω διμήνου· ἐπεὶ δέ κα διεξέλ-
θη ὁ χρόνος τὰ ἔτη ὀκτὼ καὶ παραμείνη Σωτήριχος παρὰ Ἀμύνταν τὸν ἀποδόμενον
καὶ τὸν υἱὸν Ἀμύνταν, ἀποτρεχέτω Σωτήριχος οἷς κα θέλη. εἰ δέ τίς κα ἅπτηται Σωτηρί-
20 χου, βέβαιον παρεχόντω τῶι θεῶι τὰν ὠνὰν ὅ τε ἀποδόμενος Ἀμύντας καὶ ὁ υἱὸς αὐτοῦ Ἀμύν-
τας καὶ ὁ βεβαιωτὴρ Δαμένης βεβαιούτω. ὁμοίως δὲ καὶ οἱ παρατυγχάνοντες κύριοι ἔστω συλέ-
οντες Σωτήριχον ἐπὶ τὸν θεὸν ἀζάμιοι ὄντες καὶ ἀνυπόδικοι πάσας δίκας καὶ ζαμίας. εἰ δὲ μὴ πα-
ραμείναι Σωτήριχος παρὰ Ἀμύνταν καθὼς γέγραπται, ἅ τε ὠνὰ ἀτελὴς καὶ ἄκυρ[ο]ς ἔ[σ]τω
καὶ ὁ βεβαιωτὴρ μὴ βεβαιούτω. εἰ δὲ μαλακισθείη Σωτήριχος, ὃ μὴ γίνοιτο, πλεῖον διμήνου, ἐ-
25 παποδότω τοῦ πλείονος χρόνου Σωτήριχος Ἀμύντα καὶ ποτιπαραμεινάτω. μάρτυρες· οἱ
ἱερεῖς τοῦ Ἀπόλλωνος Ἄθαμβος, Ἀμύντας, ἰδιῶται Ἀριστίων Ἄγωνος, Ἧρυς Εὐδώρου,
Καλλίερος, Νίκων, Κράτων Νικοδάμου, Θεόφραστος, Κλεόδαμος Κλέωνος. τὰν ὠνὰ[ν]
κα[ὶ] τὸ ὁμόλογον φυλάσσει Καλλίερος.
Search Help
Contact Us