[ ]
Phokis — Delphi — 173 BC
| 1 | ἄρχοντος Αἰακίδα τοῦ Φιλαιτώλου μηνὸς Δαιδαφορίου, ἐπὶ τοῖσδε ἀπέδοτο Ἀμύντας |
| Σωσία Δελφὸς τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα ἀνδρεῖον ὧι ὄνομα Σωτήριχος τὸ γένος | |
| Θραῖκα, τιμᾶς ἀργυρίου μνᾶν ἕξ, καθὼς ἐπίστευσε Σωτήριχος τῶι θεῶι τὰν ὠ- | |
| νάν, ἐφ’ ὧιτε ἐλεύθερος εἶμεν καὶ ἀνέφαπτος ἀπὸ πάντων τὸν πάντα βίον, ποιῶν ὅ κα θέλη | |
| 5 | καὶ ἀποτρέχων οἷς κα θέλη. βεβαιωτὴρ κατὰ τὸν νόμον· Δαμένης Ὀρέστα. παραμεινάτω |
| δὲ παρὰ Ἀμύνταν Σωτήριχος ἔτη ὀκτὼ ἀνενκλήτως· εἰ δὲ ὁ μὲν φαίη ἀνενκλήτως παραμένειν | |
| καὶ μηθὲν κατὰ Ἀμύντα κακὸν πράσσειν μηδὲ κατὰ τοῦ υἱοῦ Ἀμύντα, Ἀμύντας δὲ εἰ ἐνκαλέοι ἢ ὁ υἱ- | |
| ὸς αὐτοῦ Ἀμύντας Σωτηρίχω, κριθέντω ἐν ἄνδροις τρίοις οὓς συνείλοντο, Διοδώρω Μνα- | |
| σιθέου, Κλευδάμω Κλέωνος, Ἀρχελάω Θηβαγόρα· ὅ τι δέ κα οὗτοι κρίνωντι ὀμόσαντε[ς], | |
| 10 | τοῦτο κύριον ἔστω· εἰ δέ τι ἀνθρώπινον γένοιτο περί τινα τῶν κοινῶν ἐν τοῖς ἐτέοις τοῖς γε- |
| γραμμένοις, ἐφελέσθων ἄλλον ἀντ’ αὐτοῦ καὶ ὁ ἐφαιρεθεὶς κρινέτω μετὰ τῶν καὶ ὡς συ- | |
| νηρημένων· εἰ δὲ μὴ θέλοι Ἀμύντας ἢ Σωτήριχος ἀντὶ τῶν ἀπογενομένων κοινῶν εἴτε | |
| ἑνὸς εἴτε πλειόνων συνεφαιρεῖσθαι τοὺς κοινοὺς τῶι θέλοντι αὐτῶν ἐφαιρεῖν, καὶ κύρι- | |
| οι ἐόντω οἱ καταλ[ι]πόμενοι εἴτε εἷς εἴτε πλείονες εἶεν οἱ κρίνοντες, καθὼς ἐπάνω γέγραπται· ἄρ[χ]- | |
| 15 | ει τοῦ χρόνου μὴν Ποιτρόπιος ὁ ἐπ’ Αἰακίδα· εἰ δέ τί κα πάθη Ἀμύντας ἐν τοῖς ὀκτὼ ἐτέοις, παραμε- |
| νέτω [Σ]ωτήρι[χ]ος παρὰ τὸν υἱὸν αὐτοῦ Ἀμύνταν ποιῶν πάντα καθὼς ἐπάνω γέγραπται ἄχρι κα διε- | |
| ξέλθωντι τὰ ὀκτὼ ἔτη· τὸ δὲ ἔγκλημα μὴ μακρότερον ἐπικαλείσθω διμήνου· ἐπεὶ δέ κα διεξέλ- | |
| θη ὁ χρόνος τὰ ἔτη ὀκτὼ καὶ παραμείνη Σωτήριχος παρὰ Ἀμύνταν τὸν ἀποδόμενον | |
| καὶ τὸν υἱὸν Ἀμύνταν, ἀποτρεχέτω Σωτήριχος οἷς κα θέλη. εἰ δέ τίς κα ἅπτηται Σωτηρί- | |
| 20 | χου, βέβαιον παρεχόντω τῶι θεῶι τὰν ὠνὰν ὅ τε ἀποδόμενος Ἀμύντας καὶ ὁ υἱὸς αὐτοῦ Ἀμύν- |
| τας καὶ ὁ βεβαιωτὴρ Δαμένης βεβαιούτω. ὁμοίως δὲ καὶ οἱ παρατυγχάνοντες κύριοι ἔστω συλέ- | |
| οντες Σωτήριχον ἐπὶ τὸν θεὸν ἀζάμιοι ὄντες καὶ ἀνυπόδικοι πάσας δίκας καὶ ζαμίας. εἰ δὲ μὴ πα- | |
| ραμείναι Σωτήριχος παρὰ Ἀμύνταν καθὼς γέγραπται, ἅ τε ὠνὰ ἀτελὴς καὶ ἄκυρ[ο]ς ἔ[σ]τω | |
| καὶ ὁ βεβαιωτὴρ μὴ βεβαιούτω. εἰ δὲ μαλακισθείη Σωτήριχος, ὃ μὴ γίνοιτο, πλεῖον διμήνου, ἐ- | |
| 25 | παποδότω τοῦ πλείονος χρόνου Σωτήριχος Ἀμύντα καὶ ποτιπαραμεινάτω. μάρτυρες· οἱ |
| ἱερεῖς τοῦ Ἀπόλλωνος Ἄθαμβος, Ἀμύντας, ἰδιῶται Ἀριστίων Ἄγωνος, Ἧρυς Εὐδώρου, | |
| Καλλίερος, Νίκων, Κράτων Νικοδάμου, Θεόφραστος, Κλεόδαμος Κλέωνος. τὰν ὠνὰ[ν] | |
| κα[ὶ] τὸ ὁμόλογον φυλάσσει Καλλίερος. |