SGDI II 1831
[ ] Phokis — Delphi — 168 BC
1 ἄρχοντος Κλευδάμου τοῦ Μαντία μηνὸς Ἀμαλίου, ἀπέδοτο Νίκων
Θευξένου τῶι Ἀπόλλωνι παιδάριον ὧι ὄνομα Ἄνταλλος,
τιμᾶς ἀργυρίου μνᾶς, ὥστε εἶμεν ἐλεύθερον καὶ ἀνέφαπτον
ἀπὸ πάντων τὸν πάντα βίον. εἰ δέ τις ἐνάπτοιτο ἢ ἄγοι, κύριος
5 ἔστω ὁ παρατυχὼν συλέων ὑπὲρ τὸν θεὸν ὡς ὄντα ἐλεύθερον
ἀζάμιος ὢν καὶ ἀνυπόδικος π<άσ>ας δίκας καὶ ζαμίας. βεβαιωτὴρ
τῶι θεῶι κατὰ τὸν νόμον· Ἀριστόμαχος Ἐτυμώνδα. μάρτυροι·
οἱ ἱερεῖς Ταραντῖνος, Ἀμύντας καὶ οἱ ἄρχοντες τᾶς πόλιος Ἀνδρόνικος Φρικίδα,
Ξένων Βούλωνος, ἰδιῶται Σωτύλος, Ἀρχίας, Μελισσίων,
10 Ἄθαμβος, Ἀρχέλας Πυθοφάνεος, Μαντίας, Αἰακίδας,
Ἀμύντας.
Search Help
Contact Us