[ ] Phokis — Delphi — 168 BC
1 ἄρχοντος Κλευδάμου τοῦ Μαντία μηνὸς Ἐνδυσποιτρο-
πίου, ἐπὶ τοῖσδε ἀπέδοτο Κλευνίκα Μενεδάμου Δελ-
φὶς τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα γυναικεῖον ἇι
ὄνομα Ἀμμία, τιμᾶς ἀργυρίου μνᾶν τεσσάρων, κα-
5 θὼς ἐπίστευσε Ἀμμία τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὧιτε ἐλευ-
θέρα εἶμεν καὶ ἀνέφαπτος ἀπὸ πάντων τὸμ πάντα βίον.
βεβαιωτῆρες κατὰ τὸν [ν]όμον· Εὐκλείδας Καλλείδα, Ἄρχων
Νικοβούλου Δελφοί. παραμεινάτω {ι} δὲ Ἀμμία παρὰ Κλευνί-
καν ἄχρι κα ζώη Κλευνίκα ποιέουσα τὸ ποτιτασσόμε-
10 νον πᾶν τὸ δυνατόν· εἰ δέ τί κα μὴ ποιήση Ἀμμία τῶν ποτι-
τασσομένων ὑπὸ Κλευνίκας ἢ μὴ παραμείναι καθὼς γέ-
γραπται δυνατὰ ἐοῦσα, ἐξέστω Κλευνίκα κολάζειν
καθώς κα αὐτὰ θέληι ἢ ἄλλον ὅν κα Κλευνίκα κελεύηι
ἀζαμίοις ὄντοις καὶ ἀνυποδίκοις πάσας δίκας καὶ ζαμί-
15 ας. εἰ δέ τί κα πάθηι Κλευνίκα, ἐλευθέρα ἔστω Ἀμμία
κυριεύουσα αὐτοσαυτᾶς καὶ ποιέουσα ὅ κα θέληι, κα-
θὼς ἐπίστευσε Ἀμμία τῶι θεῶι τὰν ὠνάν. εἰ δέ τίς
κα ἅπτηται Ἀμμίας ἐπὶ καταδουλισμῶι τελευτα<σ>άσα[ς]
Κλευνίκας, βέβαιον παρεχόντων οἱ βεβαιωτῆρες
20 τῶι θεῶι τὰν ὠνὰν κατὰ τὸν νόμον. ὁμοίως δὲ καὶ οἱ
παρατυγχάνοντες κύριοι ἐόντων συλέοντες
ὡς ἐλευθέραν οὖσαν ἀζάμιοι ὄντες καὶ ἀνυπόδικοι πάσας
δίκας καὶ ζαμίας. μὴ ἐξέστω δὲ Ἀμμίαι ἀλλεῖ {εῖ}
οἰκεῖν ἀλλ’ ἢ ἐν Δελφοῖς· εἰ δὲ μὴ οἰκέοι ἢ μὴ
25 ποέοι τὰ {γε} γεγραμμένα, ἄκυ-
ρος ἔστω ἁ ὠνὰ μηδὲ τοὶ
βεβαιωτῆρες βεβαιούντων.
μάρτυρες· τοὶ ἱε[ρ]εῖς τοῦ Ἀπόλλωνος Ἀμύν-
τας, Ταραντῖνος καὶ τῶν ἀρχόντων Ἀνδρόνικος,
30 ἰδιῶται Νικόμαχος Δεξίππου, Μελισσίων,
Σωσικράτης Ἀρίστωνος.
Search Help
Contact Us