[ ]
Phokis — Delphi — 168 BC
1 | ἄρχοντος Κλευδάμου τοῦ Μαντία μηνὸς Ἐνδυσποιτρο- |
πίου, ἐπὶ τοῖσδε ἀπέδοτο Κλευνίκα Μενεδάμου Δελ- | |
φὶς τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα γυναικεῖον ἇι | |
ὄνομα Ἀμμία, τιμᾶς ἀργυρίου μνᾶν τεσσάρων, κα- | |
5 | θὼς ἐπίστευσε Ἀμμία τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὧιτε ἐλευ- |
θέρα εἶμεν καὶ ἀνέφαπτος ἀπὸ πάντων τὸμ πάντα βίον. | |
βεβαιωτῆρες κατὰ τὸν [ν]όμον· Εὐκλείδας Καλλείδα, Ἄρχων | |
Νικοβούλου Δελφοί. παραμεινάτω {ι} δὲ Ἀμμία παρὰ Κλευνί- | |
καν ἄχρι κα ζώη Κλευνίκα ποιέουσα τὸ ποτιτασσόμε- | |
10 | νον πᾶν τὸ δυνατόν· εἰ δέ τί κα μὴ ποιήση Ἀμμία τῶν ποτι- |
τασσομένων ὑπὸ Κλευνίκας ἢ μὴ παραμείναι καθὼς γέ- | |
γραπται δυνατὰ ἐοῦσα, ἐξέστω Κλευνίκα κολάζειν | |
καθώς κα αὐτὰ θέληι ἢ ἄλλον ὅν κα Κλευνίκα κελεύηι | |
ἀζαμίοις ὄντοις καὶ ἀνυποδίκοις πάσας δίκας καὶ ζαμί- | |
15 | ας. εἰ δέ τί κα πάθηι Κλευνίκα, ἐλευθέρα ἔστω Ἀμμία |
κυριεύουσα αὐτοσαυτᾶς καὶ ποιέουσα ὅ κα θέληι, κα- | |
θὼς ἐπίστευσε Ἀμμία τῶι θεῶι τὰν ὠνάν. εἰ δέ τίς | |
κα ἅπτηται Ἀμμίας ἐπὶ καταδουλισμῶι τελευτα<σ>άσα[ς] | |
Κλευνίκας, βέβαιον παρεχόντων οἱ βεβαιωτῆρες | |
20 | τῶι θεῶι τὰν ὠνὰν κατὰ τὸν νόμον. ὁμοίως δὲ καὶ οἱ |
παρατυγχάνοντες κύριοι ἐόντων συλέοντες | |
ὡς ἐλευθέραν οὖσαν ἀζάμιοι ὄντες καὶ ἀνυπόδικοι πάσας | |
δίκας καὶ ζαμίας. μὴ ἐξέστω δὲ Ἀμμίαι ἀλλεῖ {εῖ} | |
οἰκεῖν ἀλλ’ ἢ ἐν Δελφοῖς· εἰ δὲ μὴ οἰκέοι ἢ μὴ | |
25 | ποέοι τὰ {γε} γεγραμμένα, ἄκυ- |
ρος ἔστω ἁ ὠνὰ μηδὲ τοὶ | |
βεβαιωτῆρες βεβαιούντων. | |
μάρτυρες· τοὶ ἱε[ρ]εῖς τοῦ Ἀπόλλωνος Ἀμύν- | |
τας, Ταραντῖνος καὶ τῶν ἀρχόντων Ἀνδρόνικος, | |
30 | ἰδιῶται Νικόμαχος Δεξίππου, Μελισσίων, |
Σωσικράτης Ἀρίστωνος. |