[ ]
Phokis — Delphi — 170-157/156 BC
1 | ἄρχοντος ἐν Ἀμφίσσαι Θεαγένεος μηνὸς Παναγυρίου, ἐν Δελφοῖς δὲ ἄρχοντος Πύρρου μηνὸς Ποιτροπίου τοῦ πρώ- |
του, ἐπὶ τοῖσδε ἀπέδοτο Θεύξενος Τέχνωνος Ἀμφισσεὺς τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα γυναικεῖον ἇι ὄνομα Στρά- | |
τιον τὸ γένος ἐξ Ἀπαμείας, τιμᾶς ἀργυρίου μνᾶν πέντε, καθὼς ἐπίστευσε Στράτιον τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὧιτε ἐλευθ[έ]- | |
ρα εἶμεν καὶ ἀνέφαπτος ἀπὸ πάντων τὸμ πάντα βίον. βεβαιωτῆρες κατὰ τὸν νόμον· Πασῖνος Ἀμφισσεύς, Ἀρ- | |
5 | χέλαος Πραόχου Δελφός. παραμεινάτω δὲ Στράτιον παρὰ Θεύξενον ἄχρι κα ζώη Θεύξενος ποιέουσα |
τὸ ποτιτασσόμενον πᾶν τὸ δυνατὸν ἀνενκλήτως· εἰ δέ τί κα μὴ ποιήσηι τῶμ ποτιτασσομένων ὑπὸ Θευξένου | |
καθὼς γέγραπται δυνατὰ ἐοῦσα, ἐξέστω Θευξένωι κολάζειν καθὼς κ’ αὐτὸς θέληι καὶ ἄλλωι ὑπ<ὲ>ρ Θεύξενον ὅγ κα | |
Θεύξενος κελεύσηι ἀζαμίοις ὄντοις καὶ ἀνυποδίκοις πάσας δίκας καὶ ζαμίας. εἰ δέ τί κα πάθηι Θεύξενος, ἐλευθέρα | |
ἔστω Στράτιον κυριεύουσα αὐτοσαυτᾶς καὶ ποιέουσα ὅ κα θέληι καὶ ἀποτρέχουσα οἷς κα θέλη, καθὼς ἐπίστευσε Στράτιον | |
10 | τῶι θεῶι τὰν ὠνάν. εἰ δέ τίς κα ἅπτηται ἐπὶ καταδουλισμῶι Στρατίου τελευτάσαντος Θευξένου, βέβαιον παρεχόντων |
οἱ βεβαιωτῆρες τῶι θεῶι τὰν ὠνὰν κατὰ τὸν νόμον. ὁμοίως δὲ καὶ οἱ παρατυγχάνοντες κύριοι ἐόντων συλέοντες | |
ὡς ἐλευθέραν οὖσαν ἀζάμιοι ἐόντες καὶ ἀνυπόδικοι πάσας δίκας καὶ ζαμίας. μάρτυρες· ὁ ἱερεὺς τοῦ Ἀπόλ- | |
λωνος Ταραντῖνος καὶ τοὶ ἄρχοντες Ἄθαμβος Ἀθανίωνος, Ἀρχέλαος καὶ ἰδιῶται Δρομοκλείδας, Πά- | |
τρων, Ἄσανδρος, Ξενοκράτης Δελφοί, Τιμοκράτης, Δίων, Εὐβουλίδας, Διότιμος, Τίμων, Ἀγήσανδρος, Λύ- | |
15 | κωπος Ἀμφισσεῖς. |