[ ]
Phokis — Delphi — 170-157/156 BC
| 1 | ἄρχοντος ἐν Ἀμφίσσαι Θεαγένεος μηνὸς Παναγυρίου, ἐν Δελφοῖς δὲ |
| ἄρχοντος Πύρρου μηνὸς Ποιτροπίου, ἀπέδοτο [Φ]ειστίων Μνασιλάου Ἀμφισσεὺς | |
| τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα γυναικεῖον ἇι ὄ<νο>μα Ἀνθράκιον μνᾶν τριῶν, καθὼς ἐπίστευ- | |
| σε τῶ θεῶ, <ἐφ’ ὧιτε {²⁷ὤστε?}²⁷> ἐλευθέραν εἶμεν καὶ ἀνέφαπτον τὸν πάντα βίον, ποιέουσαν ὅ κα θέληι. | |
| 5 | εἰ δέ τίς κα ἐφάπτηται Ἀνθρακίου, κύριος ἔστω συλέων ὁ παρατυχὼν ὑπὲρ τὸν θεόν. |
| βεβαιωτὴρ κατὰ τὸν νόμον· Μενεκλῆς Ξενάνθου Ἀμφισσεύς, Ἵππων Ἀθανίωνος Δελφός. | |
| μάρτυροι· Ἀμύντας ὁ ἱερεύς, Διόδωρος Μνασιθέου, Ἀνδρομένης Νικάνορος, Ἀρχέλ[αος Δαμο]- | |
| σθένεος, Μένης Δελφοί, Ἄνδρων Δρωπίνα, Ἀντίμαχος Εὐβουλίδα, Λύκος, Ἀστὸς Ἀμφισσεῖ[ς]. |