SGDI II 1828
[ ] Phokis — Delphi — 170-157/156 BC
1 ἄρχοντος ἐν Ἀμφίσσαι Θεαγένεος μηνὸς Παναγυρίου, ἐν Δελφοῖς δὲ
ἄρχοντος Πύρρου μηνὸς Ποιτροπίου, ἀπέδοτο [Φ]ειστίων Μνασιλάου Ἀμφισσεὺς
τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα γυναικεῖον ἇι ὄ<νο>μα Ἀνθράκιον μνᾶν τριῶν, καθὼς ἐπίστευ-
σε τῶ θεῶ, <ἐφ’ ὧιτε {²⁷ὤστε?}²⁷> ἐλευθέραν εἶμεν καὶ ἀνέφαπτον τὸν πάντα βίον, ποιέουσαν ὅ κα θέληι.
5 εἰ δέ τίς κα ἐφάπτηται Ἀνθρακίου, κύριος ἔστω συλέων ὁ παρατυχὼν ὑπὲρ τὸν θεόν.
βεβαιωτὴρ κατὰ τὸν νόμον· Μενεκλῆς Ξενάνθου Ἀμφισσεύς, Ἵππων Ἀθανίωνος Δελφός.
μάρτυροι· Ἀμύντας ὁ ἱερεύς, Διόδωρος Μνασιθέου, Ἀνδρομένης Νικάνορος, Ἀρχέλ[αος Δαμο]-
σθένεος, Μένης Δελφοί, Ἄνδρων Δρωπίνα, Ἀντίμαχος Εὐβουλίδα, Λύκος, Ἀστὸς Ἀμφισσεῖ[ς].
Search Help
Contact Us