[ ]
Phokis — Delphi — 170-157/156 BC
1 | ἄρχοντος Ἀνδρονίκου τοῦ Φρικίδα μηνὸς Ἰλαίου, ἐπὶ τοῖσδε ἀπέδοτο Εὐκράτης Ἐπικράτεος, συνευδοκέοντος καὶ τοῦ |
ὑοῦ Κλέωνος, τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα γυναικεῖον ἇι ὄνομα Εὐφροσύνα τὸ γένος Θρᾶισαν, τιμᾶς ἀργυρίου μνᾶν | |
τριῶν, καὶ τὰν τιμὰν ἔχει πᾶσαν, καθὼς ἐπίστευσε Εὐφροσύνα τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὧιτε ἐλευθέρα εἶμεν καὶ ἀνέφαπτος | |
ἀπὸ πάντων τὸν πάντα βίον. βεβαιωτὴρ κατὰ τὸν νόμον τᾶς πόλιος· Πασίων Κλέωνος. παραμεινάτω δὲ Εὐφροσύνα παρὰ | |
5 | Εὐκρά[τ]η ἄχρι οὗ κα ζώη Εὐκράτης ποιέουσα τὸ ποτιτασσόμενον πᾶν τὸ δυνατὸν ἀνεγκλήτως. εἰ δέ τί κα πάθη Εὐκράτης, |
ἐλευθέρα ἔστω Εὐφροσύνα κυριεύουσα αὐτοσαυτᾶς καὶ ἀποτρέχουσα οἷς κα θέλη, καθὼς ἐπίστευσε τῶι [θ]εῶι τὰν | |
ὠνάν. εἰ δέ τίς κα ἅπτηται ἐπὶ καταδουλισμῶι Εὐφροσύνας τελευτάσαντος Εὐκράτεος, βέβαιον παρεχέτω | |
ὁ βεβαιωτὴρ τῶι θεῶι τὰν ὠνὰν κατὰ τὸν νόμον. ὁμοίως δὲ καὶ οἱ παρατυγχάνον[τ]ες κύριοι ἐόντων συλέοντες ὡς ἐ- | |
λευθέραν ἐοῦσαν ἀζάμιοι ἐόντες καὶ ἀνυπόδικοι πάσας δίκας καὶ ζαμίας. μάρτυροι· τοὶ ἱερεῖς τοῦ Ἀπόλλωνος | |
10 | τοῦ Πυθίου Ἀμύντας, Ταραντῖνος καὶ οἱ ἄρχοντες Νικόμαχος, Ἄρχων καὶ ἰδιῶται Ἀνδρόνικος Φρικίδα, Μένης, Τιμόκριτος. |