[ ] Phokis — Delphi — 170-157/156 BC
1 ἄρχοντος Ἀνδρονίκου τοῦ Φρικίδα μηνὸς Ἰλαίου, ἐπὶ τοῖσδε ἀπέδοτο Εὐκράτης Ἐπικράτεος, συνευδοκέοντος καὶ τοῦ
ὑοῦ Κλέωνος, τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα γυναικεῖον ἇι ὄνομα Εὐφροσύνα τὸ γένος Θρᾶισαν, τιμᾶς ἀργυρίου μνᾶν
τριῶν, καὶ τὰν τιμὰν ἔχει πᾶσαν, καθὼς ἐπίστευσε Εὐφροσύνα τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὧιτε ἐλευθέρα εἶμεν καὶ ἀνέφαπτος
ἀπὸ πάντων τὸν πάντα βίον. βεβαιωτὴρ κατὰ τὸν νόμον τᾶς πόλιος· Πασίων Κλέωνος. παραμεινάτω δὲ Εὐφροσύνα παρὰ
5 Εὐκρά[τ]η ἄχρι οὗ κα ζώη Εὐκράτης ποιέουσα τὸ ποτιτασσόμενον πᾶν τὸ δυνατὸν ἀνεγκλήτως. εἰ δέ τί κα πάθη Εὐκράτης,
ἐλευθέρα ἔστω Εὐφροσύνα κυριεύουσα αὐτοσαυτᾶς καὶ ἀποτρέχουσα οἷς κα θέλη, καθὼς ἐπίστευσε τῶι [θ]εῶι τὰν
ὠνάν. εἰ δέ τίς κα ἅπτηται ἐπὶ καταδουλισμῶι Εὐφροσύνας τελευτάσαντος Εὐκράτεος, βέβαιον παρεχέτω
ὁ βεβαιωτὴρ τῶι θεῶι τὰν ὠνὰν κατὰ τὸν νόμον. ὁμοίως δὲ καὶ οἱ παρατυγχάνον[τ]ες κύριοι ἐόντων συλέοντες ὡς ἐ-
λευθέραν ἐοῦσαν ἀζάμιοι ἐόντες καὶ ἀνυπόδικοι πάσας δίκας καὶ ζαμίας. μάρτυροι· τοὶ ἱερεῖς τοῦ Ἀπόλλωνος
10 τοῦ Πυθίου Ἀμύντας, Ταραντῖνος καὶ οἱ ἄρχοντες Νικόμαχος, Ἄρχων καὶ ἰδιῶται Ἀνδρόνικος Φρικίδα, Μένης, Τιμόκριτος.
Search Help