SGDI II 1825
[ ] Phokis — Delphi — 170-157/156 BC
1 ἄρχοντος Ἀνδρονίκου μηνὸς Ἡραίου, βουλευόντων τὰν πρώταν ἑξάμηνον Εὐαγόρα, Καλλιμάχου τοῦ Βαβύλου, γραμ-
ματεύοντος  Εὐαγγέλου τοῦ Σωδαμίδα, ἐπὶ τοῖσδε ἀπέδοτο Κλευπάτρα, Νικαρχίδας, Ἀριστόκληα τῶι Ἀπόλλωνι
τῶι Πυθίωι σῶμα γυναικεῖον ἇι ὄνομα Σωσιπάτρα τὸ γένος Σύραν, τιμᾶς ἀργυρίου μνᾶν τριῶν,
καὶ τὰν τιμὰν ἔχοντι πᾶσαν, καθὼς ἐπίστευσε Σωσιπάτρα τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὧιτε ἐλευθέραν
5 εἶμεν καὶ ἀνέφαπτον ἀπὸ πάντων τὸν πάντα βίον, ποιέουσαν ὅ κα θέλη καὶ ἀποτρέχουσαν ἇ κα θέλη.
βεβαιωτὴρ κατὰ τοὺς νόμους τᾶς πόλιος· Ἐμμενίδας Καλλία. μάρτυροι· οἱ ἱερεῖς τοῦ Ἀπόλλωνος Ἀμύντας,
Ταραντῖνος καὶ οἱ ἄρχοντες Εὐαγόρας, Καλλίμαχος, Εὐάγγελος, ἰδιῶται Μένης, Μνασίθεος, Εὐάγγελος Πάτρωνος,
Δέξιππος, Τιμόκριτος.
Search Help
Contact Us