[ ]
Phokis — Delphi — 170-157/156 BC
1 | ἄρχοντος Μενεστράτου μηνὸς Ἐνδυσποιτροπίου, βουλευόντων τὰν δευτέραν ἑξάμηνον Θευξένου τοῦ |
Καλλία, Ἁγίωνος τοῦ Ἐκεφύλου, γραμματεύοντος Μνασιθέου τοῦ Δεξικράτεος, ἐπὶ τοῖσδε ἀπέδοτο Πασίων Κλέω- | |
νος τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα γυναικεῖον ἇι ὄνομα Εὐτυχὶς τὸ γένος Θρᾶισσαν, τιμᾶς ἀργυρίου μνᾶν τριῶν, | |
καὶ τὰν τιμὰν ἔχει πᾶσαν, καθὼς ἐπίστευσε Εὐτυχὶς τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὧιτε ἐλευθέραν εἶμεν καὶ ἀνέφα- | |
5 | πτος ἀπὸ πάντων τὸμ πάντα βίον, ποιέουσαν ὅ κα θέλη καὶ ἀποτρέχου[σ]αν ἇ κα θέλη. βεβαιωτὴρ κατὰ τοὺς νόμους |
τᾶς πόλιος· Ἀνδρόνικος Φρικίδα. μάρτυροι· οἱ ἱερεῖς τοῦ Ἀπόλλωνος Ἀμύντας, Ταραντῖνος καὶ οἱ ἄρχον- | |
τες Θεύξενος, Μνασίθεος· Τιμόκριτος, Σωτίων, Χαρίξενος, Μένης, Ξενόφαντος Φίλωνος. |