SGDI II 1824
[ ] Phokis — Delphi — 170-157/156 BC
1 ἄρχοντος Μενεστράτου μηνὸς Ἐνδυσποιτροπίου, βουλευόντων τὰν δευτέραν ἑξάμηνον Θευξένου τοῦ
Καλλία, Ἁγίωνος τοῦ Ἐκεφύλου, γραμματεύοντος Μνασιθέου τοῦ Δεξικράτεος, ἐπὶ τοῖσδε ἀπέδοτο Πασίων Κλέω-
νος τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα γυναικεῖον ἇι ὄνομα Εὐτυχὶς τὸ γένος Θρᾶισσαν, τιμᾶς ἀργυρίου μνᾶν τριῶν,
καὶ τὰν τιμὰν ἔχει πᾶσαν, καθὼς ἐπίστευσε Εὐτυχὶς τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὧιτε ἐλευθέραν εἶμεν καὶ ἀνέφα-
5 πτος ἀπὸ πάντων τὸμ πάντα βίον, ποιέουσαν ὅ κα θέλη καὶ ἀποτρέχου[σ]αν ἇ κα θέλη. βεβαιωτὴρ κατὰ τοὺς νόμους
τᾶς πόλιος· Ἀνδρόνικος Φρικίδα. μάρτυροι· οἱ ἱερεῖς τοῦ Ἀπόλλωνος Ἀμύντας, Ταραντῖνος καὶ οἱ ἄρχον-
τες Θεύξενος, Μνασίθεος· Τιμόκριτος, Σωτίων, Χαρίξενος, Μένης, Ξενόφαντος Φίλωνος.
Search Help
Contact Us