SGDI II 1822
[ ] Phokis — Delphi — 170-157/156 BC
1 ἄρχοντος Ἐμμενίδα τοῦ Καλ[λία μ]ηνὸς Ἀμαλίου, ἀπέ-
δοτο Καλλικλῆς Τίμωνος τῶι Ἀπόλλωνι τῶι Πυθίωι,
συνε[υ]δοκέοντος τοῦ υἱοῦ Τίμωνος, σῶμα ἀνδρεῖον ὧι ὄνομα Μῆ-
δος, τιμᾶς ἀργυρίου μνᾶν τριῶν, καὶ τὰν τιμὰν ἔχει, καθὼς ἐπίστευσε Μῆδος τ[ῶι]
5 θεῶι τὰν ὠνάν, ἐφ’ ὧιτε ἐλεύθερος εἶμεν καὶ ἀνέφαπτος τὸμ πάντα χρόνον,
ποιῶν ὅ κα θέλη κα[ὶ] ἀποτρέχων οἷς κα θέλη. βεβαιωτὴρ κατὰ τὸν νόμον τᾶς πό-
λιος· Τίμων Καλλικλέος. εἰ δέ τίς κα ἐνάπτηται Μήδου ἐπὶ καταδουλισμῶι, βέ-
βαιον παρεχόντω τῶι θεῶι τὰν ὠνὰν ὅ τε ἀποδόμενος Καλλικλῆς καὶ ὁ βεβαιω-
τὴρ Τίμων κατὰ τὸν νόμον. ὁμοίως δὲ καὶ οἱ παρατυγχάνοντες κύριοι ὄντω συλέον-
10 τες Μῆδον ὡς ἐλεύθερον ὄντα ἀζάμιοι ὄντες πάσας δίκας καὶ ζαμίας. μάρτυροι· οἱ ἱερεῖς
τοῦ Ἀπόλλωνος Ταραντῖνος, Ἀμύντας καὶ οἱ ἄρχοντες Ἄθαμβος, Κλέων, Καλλικλῆς,
ἰδιῶται Εὐάγγελος, Ἀριστέας, Ἐπίνικος, Μένης.
Search Help
Contact Us