[ ]
Phokis — Delphi — 173 BC
1 | ἄρχοντος Αἰακίδα μηνὸς Βουκατίου, |
ἀπέδοντο Φιλήμων καὶ Ἀρχίππα τῶι θε- | |
ῶι σῶμα γυναικεῖον ἇι ὄνομα Ἀρχέπο- | |
λις, τιμᾶς ἀργυ[ρίο]υ μνᾶν ἕξ, καθὼς ἐπί- | |
5 | στευσε Ἀρχέπολις τῶι θεῶι τὰν ὠνάν, |
ἐφ’ ὧιτε ἐλευθέρα εἶμεν καὶ ἀνέφαπτος | |
ἀπὸ πάντ[ω]ν. βεβαιωτῆρες κατὰ τοὺς νό- | |
μους τᾶς πόλιος· Δαμάνθης, Ἀριστείδας, | |
Ἱεροκλῆς. βέβαιον παρεχόντω τῶι θε- | |
10 | ῶι τὰν ὠνὰν οἵ τε ἀποδόμενοι καὶ οἱ βεβαιω- |
τῆρες κατὰ τοὺς νόμους. μάρτυροι· οἱ ἱερεῖς Ἄ- | |
θαμβος, Ἀμύντας καὶ οἱ ἄρχοντες Ὀρθαῖος, Δαμο- | |
σθένης, ἰδιῶται Ξ[έ]νων, Ὀρθαῖος, Καλ<λ>ίερος, Ἄθαμ- | |
βος, Ξεννίας, Ἀρχέλαος, Δείνων. |