[ ] Phokis — Delphi — 173 BC
1 ἄρχοντος Αἰακίδα μηνὸς Βουκατίου,
ἀπέδοντο Φιλήμων καὶ Ἀρχίππα τῶι θε-
ῶι σῶμα γυναικεῖον ἇι ὄνομα Ἀρχέπο-
λις, τιμᾶς ἀργυ[ρίο]υ μνᾶν ἕξ, καθὼς ἐπί-
5 στευσε Ἀρχέπολις τῶι θεῶι τὰν ὠνάν,
ἐφ’ ὧιτε ἐλευθέρα εἶμεν καὶ ἀνέφαπτος
ἀπὸ πάντ[ω]ν. βεβαιωτῆρες κατὰ τοὺς νό-
μους τᾶς πόλιος· Δαμάνθης, Ἀριστείδας,
Ἱεροκλῆς. βέβαιον παρεχόντω τῶι θε-
10 ῶι τὰν ὠνὰν οἵ τε ἀποδόμενοι καὶ οἱ βεβαιω-
τῆρες κατὰ τοὺς νόμους. μάρτυροι· οἱ ἱερεῖς Ἄ-
θαμβος, Ἀμύντας καὶ οἱ ἄρχοντες Ὀρθαῖος, Δαμο-
σθένης, ἰδιῶται Ξ[έ]νων, Ὀρθαῖος, Καλ<λ>ίερος, Ἄθαμ-
βος, Ξεννίας, Ἀρχέλαος, Δείνων.
Search Help
Contact Us