SGDI II 1820
[ ] Phokis — Delphi — 170-157/156 BC
1 ἄρχοντος Ἐμμενίδα μηνὸς Ποιτροπίου, ἐπὶ τοῖσδε ἀπέδοτο Δαμένης Ὀρέ-
στα τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶμα γυναικεῖον ἇι ὄνομα Σωσίχα, τι-
μᾶς ἀργυρίου μνᾶν τριῶν, καθὼς [ἐπ]ίστευσε Σωσίχα τῶι θεῶι τὰν ὠ-
νάν, ἐφ’ ὧι αὐτὰν ἐλευθέραν ε[ἶμε]ν καὶ ἀνέφαπτον, ποιοῦσαν ὅ
5 [κ]α θέλη. βεβαιωτὴρ κατὰ τὸν ν[όμ]ον· Ξενόκριτος Ταραντίνου.
μάρτυρες· οἱ ἱερεῖς Ἀμύντας, [Τα]ραντῖνος καὶ τῶν ἀρχόντων
Ἀριστίων, Ἄσανδρος, ἰδιῶται Ἀγησίλας, Ἐμμενίδας Δεξικρά-
τεος, Μένης.
Search Help
Contact Us