[ ] Phokis — Delphi — ca. 150-140 BC
1 ἄρχοντος Δεξώνδα μηνὸς Βυσίου, ἀπέδοτο Ἀλέξανδρος Ἀντιγόνου τῶι
Ἀπόλλωνι τῶι Πυθίωι σῶμα ἀνδρεῖον ὧι ὄνομα Βόηθος τὸ γένος Σύρον, τιμᾶς
A)RGURI/OU MNA=N TRIW=N, KAQW\S E)PI/STEUSE *BO/HQOS TA\N W)NA\N TW=I QEW=I, W(/STE E)-
λεύθερος εἶμεν καὶ ἀνέφαπτος ἀπὸ πάντων τὸν πάντα βίον. βεβαιωτὴρ κατὰ
5 τὸν νόμον· Χαρίξενος. εἰ δέ τι ἀνθρώπινον γένοιτο περὶ Βόαθον, ἅ κα κατα-
λίπη Βόαθος Ἀλεξάνδρου ἔστω καὶ τοῦ υἱοῦ. μάρτυροι· οἱ ἱερεῖς Πραξίας,
τῶν ἀρχόντων Σώστρατος, ἰδιῶται Ἀρίστων, Ἀλκῖνος, Λαιάδας, Σωσίνι-
κος.
Search Help
Contact Us