[ ]
Phokis — Delphi — 170-157/156 BC
1 | ἄρχοντος Θευξένου τοῦ Καλλία μηνὸς |
βοαθόου, ἐπὶ τοῖσδε ἀπέδοτο Κάλλων Ἀριστοδά- | |
μου, Ἀγαθὼ Τίμωνος τῶι Ἀπόλλωνι τῶι Πυθίωι σῶ- | |
μα γυναικεῖον ἇι ὄνομα Ἀφροδισία, τιμᾶς ἀργυρίου | |
5 | μνᾶν τεσ<σ>άρων, καὶ τὰν τιμὰν ἔχει πᾶσαν, καθὼς ἐπίστευσε |
Ἀφροδισία τῶι θεῶι τὰν ὠνάν, ἐφ’ ὧιτε ἐλευθέρα εἶμεν καὶ ἀνέ- | |
φαπτος ἀπὸ πάντων τὸν πάντα βίον, ποιοῦσαν ὅ κα θέλη καὶ ἀπ- | |
οτρέχουσαν οἷς κα θέλη. βεβαιωτὴρ κατὰ τοὺς νόμους τᾶς | |
πόλιος· Νικίας Κάλλωνος. εἰ δέ τις καταδουλίζοιτο Ἀφροδισίαν, | |
10 | κύριοι ὄντω συλέοντες κατὰ τὰν ὠνὰν καὶ ἀναγραφὰν τὰν ἐν τῶι |
ἱερῶι ἀναγεγραμμέναν. μάρυτροι· τοὶ ἱαρεῖς τοῦ Ἀπόλλωνος Ταρα- | |
ντῖνος, Ἀμύντας καὶ τοὶ ἄρχοντες Ἰατάδας Πάτρωνος, Αἰακίδας Φ- | |
ιλαιτώλου, Ξένων Βούλωνος, ἰδιῶται Φίλων Ἀριστέα, Νικέας Ἀγη- | |
σάρχου, Καλλίερος, Ὀρέστας Εὐχαρίδα, Πάτρων Ἰατάδα, Κλεύξενος | |
15 | [․․]ασίππου {²⁷[Μν]ασίππου?}²⁷. |